1

1

De unione

Περὶ ἑνώσεως, τοῦ ∆αμασκηνοῦ. Ἕνωσίς ἐστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή. Γίνεται δὲ κατὰ ιβʹ τρόπους· κατὰ κρᾶσιν κατὰ σωρείαν, κατὰ φύσιν, κατὰ ἀνάμιξιν, κατὰ σύγχυσιν, κατὰ ἁρμονίαν, κατὰ παράθεσιν, κατὰ συναλοιφὴν, κατὰ οὐσίαν, κατὰ σχέσιν, κατὰ σύνθεσιν, καθ' ὑπό στασιν μόνως. Καὶ ἔστι κατὰ κρᾶσιν, ὡς ἐπὶ τῶν ὑγρῶν· οἴνου καὶ ὑδάτων. Κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν· σίτου καὶ κριθῆς. Κατὰ φύρσιν, ὡς ἐπὶ ξηροῦ καὶ ὑγροῦ· γῆς καὶ ὕδατος. Κατὰ ἀνάμιξιν, ὡς ἐπὶ διαφόρων ἀλεύρων. Κατὰ σύγχυσιν, ὡς ἐπὶ τηκτῶν· χρυσοῦ καὶ ἀργύ ρου, κηροῦ καὶ πίσσης. Κατὰ ἁρμονίαν, ὡς ἐπὶ λίθων. Κατὰ παράθεσιν, ὡς ἐπὶ σανίδων. Κατὰ συναλοιφὴν, ὡς ἐπὶ λαμπάδος ἐκ πυρὸς προερχομένης καὶ αὖθις ἑνουμένης. Κατὰ οὐσίαν, ὡς ἐπὶ ἀτόμων, Πέτρου καὶ Παύλου, ἤ τινων ἵππων, ἢ βοῶν, ἢ ἑτέρων ζώων. Κατὰ σχέσιν, ὡς ἐπὶ φίλων καὶ γνωμῶν εἰς ἓν θέ λημα συνερχομένων. Κατὰ σύνθεσιν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. Καθ' ὑπόστασιν δὲ ἐπὶ μόνης λέγεται τῆς ἐν Χρι στῷ θεότητος καὶ ἀνθρωπότητος. Ἓν γὰρ πρόσωπον ἔσχον αἱ δύο φύσεις, καὶ οὐ δύο, κατὰ τὸν λῆρον Νεστόριον. Λέγεται δὲ καὶ οὐσιώδης ἡ τοιαύτη ἕνωσις, καὶ ἀληθὴς, καὶ οὐ κατὰ φαντασίαν. Καὶ ἄλλως δὲ, καθ' ὑπόστασιν ἕνωσίς ἐστιν ἡ τῶν ἑτεροουσίων εἰς μίαν ὑπόστασιν σύνοδος, σωζομένης ἑκάστῳ μετὰ τὴν ἕνωσιν τῆς φυσικῆς ἰδιότητος.