1

 2

 3

 4

 5

1

De sacris jejuniis

ΙΩΑΝΝΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ∆ΑΜΑΣΚΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΝΗΣΤΕΙΩΝ.

Τῷ εὐλογημένῳ καὶ γνησίῳ δούλῳ Χριστοῦ, κυρίῳ Κομητᾴ, πνευματικῷ ἀδελφῷ, Ἰωάννης ἐλάχιστος. Πολλῶν καὶ ἀπείρων δωρεὼν παρὰ Θεοῦ τοῖς ἀν 95.65 θρώποις δεδωρημένων, ἐξαίρετον καὶ πρῶτον τὸ τῆς φρονήσεως δῶρον καθέστηκεν. ∆ιάκρισις γάρ ἐστιν ἀγαθοῦ τε καὶ κακοῦ· ὁ δὲ ἄριστα διελὼν, ἄριστα καὶ τὸ συμφέρον ἐξελέξατο, τὸν λόγον ἔχων τῶν αὐτῷ κατηκόων ἡνίοχον. Ταύτης ἐστὶ τῆς φρονήσεως τόκος ὥριμος τὸ Σολομώντειον ἐκεῖνο ῥητὸν, «Καιρὸς τῷ παντὶ πράγματι·» τοῦτο δηλοῦντος τοῦ λόγου, ὅτι τὸ πᾶν ἐστι τὸ ἀγαθόν· οὐκ ἐν τοῖς οὖσι γὰρ τὸ κακὸν, φυγὴ δὲ μᾶλλον τοῦ ἀγαθοῦ καὶ ἀναίρεσις. Ὅτε τοίνυν ἕκαστον καλὸν κριθείη· φημὶ δὴ ὀρθῷ λόγῳ· ἀκρισία γὰρ μᾶλλον, ἤπερ κρίσις, τὸ κακῶς κεκριμένον· καιρὸς τοῦ σιωπᾷν, ὅτε τοῦτο καλόν· καὶ καιρὸς τοῦ λαλεῖν, ὅταν ἐρωτῷτό τις. Πρὶν γὰρ ἐρωτηθῆναι λαλῆσαι, καὶ πρὶν ἀποσταλῆναι πορευθῆναι, μωρία τῷ λαλοῦντι καὶ βαίνοντι. Ἡ δὲ τῶν πραγμάτων περίστασις, ὅταν ἀνάγκη λαλεῖν, καὶ τὸ μὴ λαλεῖν οὐκ ἀκίνδυνον. Ἔστι δ' ὅτε καὶ τὸ πρέπον τοῦ δοκοῦντος καλοῦ προτιμητέον. Ἐμοὶ μὲν οὖν πᾶς καιρὸς τοῦ σιωπᾷν· τὸ γὰρ λαλεῖν ὑπὲρ τῆς ἐμαυτοῦ ἀπροσεξίας ἀφῄρημαι, καὶ ἄλλως κατὰ πρόσωπον σοφῶν καὶ ὑψηλῶν τὴν διάνοιαν, οἷς ἡ ἀρετὴ τὸ ἄρχειν ἐνδίκως περιεποιήσατο, πῶς ὁ πένης τὴν ἀρετὴν φθέγγοιτο; Ταῦτα κατὰ νοῦν ἔχων, καὶ νῦν ἂν ἐσιώπησα, εἰ μὴ τὸ αἰδέσιμον τῆς σῆς, ὦ προσφιλέστατε, θεοφρουρήτου εὐκλείας πρὸς τὸ γράφειν ἐξεβιάσατο. Πολλὴν γὰρ τὴν τῶν τιμίων ἡμῶν γραμμάτων ἔπειξιν ἰδὼν, ἔκρινα μὴ ἄλλως καὶ μάτην ὑμᾶς πρὸς τὸ λέγειν προτρέπεσθαι, εἰ μή τις ἀνάγκη πρὸς τοῦτο κατήπειγε. Γράφω τοίνυν τῇ ἀρετῇ καὶ φιλίᾳ σου βιασθεὶς, καί μοι συγγνώτω πᾶς ὅστις οἶδε τῶν βιασαμένων τὸ ἰσχυρόν· γράφω δὲ μηδὲν τῆς ἀληθείας, ὡς οἷόν τε προτιθεὶς, ἣν ἁπάντων προτιμητέον, καὶ τοῦ ζῇν, μεθ' ἧς τὸ ζῇν αἱρετὸν, καὶ δι' ἣν θάνατος τοῦ ζῇν αἱρετώτερος. βʹ. Γεγράφηκεν ἡ ὑμετέρα πάντιμος ἀρετὴ, ὥς τινες διεφήμισαν ἡμᾶς εἰρηκέναι ὀκτὼ τὰς τῶν νηστειῶν ἑβδομάδας ὑπάρχειν· προὐτρέψατό τε γράφειν, εἰ οὕτως ἔχοι τὰ πράγματα· πρὸς τοῦτό φαμεν, ὅτι τῆς ἐκκλησιαστικῆς εἰρήνης οὐδὲν ὑψηλότερον, δι' ἣν νόμος καὶ προφῆται, δι' ἣν Θεὸς ἄνθρωπος γέγονε· τοῦτο δὴ τὸ μέγα καὶ ἀνεξιχνίαστον ὄντως μυστήριον· ἣν ἦλθε Χριστὸς εὐαγγελίσασθαι· ἣν αὐτὸς Χριστὸς τοῖς οἰκείοις μαθηταῖς πρὸ τοῦ πάθους, καὶ μετὰ τὴν ἐκ τοῦ πάθους ἀνάστασιν ἐδωρήσατο· ἣν καὶ εἰς οὐρανοὺς ἀνιὼν μετὰ τῆς σαρκὸς αὐτοῦ, ὅθεν κατεληλύθει ἄσαρκος, ὡς κλῆρον τοῖς ἀποστόλοις, καὶ δι' αὐτῶν τῇ Ἐκκλησίᾳ κατέλιπεν. Εἰρήνη δέ ἐστιν ἡ ἐν τῷ ἀγαθῷ συμφωνία. Τὸ γὰρ κακῶς συμ 95.68 φωνοῦν, στασιάζειν μᾶλλον ἢ εἰρηνεύειν λεχθήσεται· κἀμοὶ τοίνυν τῷ ἐλαχίστῳ σκοπὸς ἦν προηγουμένως τὰ τῆς εἰρήνης βραβεύειν, καὶ ὅσα πρὸς τοῦτο φέρει, τοῖς ἐρωτῶσι λέγειν ὅση δύναμις. γʹ. Ἑωρακὼς τοιγαροῦν τὴν περὶ τῶν ἁγίων νηστειῶν στάσιν μέχρις ἀέρος κορυφωθεῖσαν, δεινῶς ἐποτνιώμην καὶ ἠνιώμην, ὅτι καὶ διὰ τοῦ ἀγαθοῦ μοι ἡ ἁμαρτία τὸν θάνατον κατεργάζεται. Τί γὰρ ὄφελος τῆς νηστείας, τοῖς εἰς ἔριδας καὶ μάχας νηστεύουσι; διὸ τοῖς μὲν ἑπτὰ τὰς τῶν ἁγίων νηστειῶν ἑβδομάδας λέγουσι συνεβούλευον μὴ ζυγομαχεῖν, καὶ στασιάζειν τὸ καλὸν σῶμα Χριστοῦ, τουτέστιν τὴν