1

 2

 3

 4

 5

 6

1

Chronographia (eclogae e cod. Paris. gr. 1336)

̓Εκλογὴ τῶν Χρονικῶν ἀπὸ Ἰωάννου Ἱστορικοῦ ἀπὸ Ἀδὰμ ἕως βασιλείας Καίσαρος.

Ὁ ΠΡΩΤΟΣ ἄνθρωπος ἐκ τῆς γῆς Ἀδὰμ, εἶχε μέτρον ἡλικίας πόδας ἓξ, μετὰ

τῆς αὐτοῦ κεφαλῆς, ὡς εἶναι τὴν αὐτοῦ ἡλικίαν δακτύλων ϟς. ἡ δὲ σπιθαμὴ αὐτοῦ εἶχε δακτύλους ιδ. ὁ δὲ πήχυς αὐτοῦ εἶχε δακτύλους κδ. ὁ δὲ ποῦς αὐτοῦ εἶχε δακτύλους ις. ἔζησε δὲ ἔτη Ϡλ. ἡ δὲ τούτου γυνὴ Εὔα ἐγέννησεν υἱοὺς τρεῖς, τὸν Κάϊν, τὸν Ἄβελ, τὸν Σήθ· καὶ θυγατέρας δύο, τὴν Ἀζουρὰν, καὶ τὴν Ἀσουὰμ. καὶ ὁ μὲν Ἄβελ ἦν ποιμὴν προβάτων, ὁ δὲ Κάϊν ἐργαζόμενος τὴν γῆν, καὶ προσήνεγκεν ἕκαστος αὐτῶν θυσίαν τῷ· Θεῷ. καὶ ἔπιδεν ὁ θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν οὐ προσέσχε, καὶ ἐλυπήθη Κάϊν, καὶ ἀπέκτεινε τὸν Ἄβελ. 232 ὀργίσθη δὲ Κύριος τῷ Κάϊν, καὶ εἶπεν αὐτῷ "στένων καὶ τρέμων ἔση ἐπὶ τῆς γῆς."

Ὁ δὲ Ἀδὰμ κατὰ κέλευσιν Θεοῦ ἔθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ ἑρπετοῖς καὶ ἰχθύσι καὶ ἀμφιβίοις, καὶ τοῖς ἑαυτοῦ τέκνοις. τὸ γὰρ ἑαυτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ, ἄγγελος Κυρίου εἶπεν αὐτῷ. ὁ δὲ υἱὸς αὐτοῦ ὁ Σὴθ συνέταξε τὰ ὀνόματα τῶν ἑπτὰ ἀστέρων, σοφίαν λαβὼν παρὰ Θεοῦ· καὶ κατὰ κέλευσιν Θεοῦ ἔθηκεν ὀνόματα τοῖς ἄστροις πᾶσι, καὶ τοῖς πέντε πλανῖταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων. καὶ τὸν πρῶτον πλανίτην ἀστέρα ἐκάλεσε Κρόνον, τὸν β ∆ία, τὸν τρίτον Ἄρεα, τὸν δ Ἀφροδίτην, τὸν ε Ἑρμῆν· καὶ τὰ ζ φωνήεντα ἐκτῶν ε ἀστέρων, καὶ τῶν δύο φωστήρων ἐξέθετο· ἐξέθετο δὲ καὶ γράμματα Ἑβραϊκά· πρῶτος γὰρ ταῦτα ἐξεῦρεν, καὶ ταῦτα συνεγράψατο. τῶν δὲ δύο φωστήρων τὰ ὀνόματα, αὐτὸς ὁ θεὸς ἐκάλεσε, ἥλιον καὶ σελήνην. ταῦτα ὁ σοφώτατος Φουρτῖνος ὁ Ῥωμαῖος χρονογράφος συνεγράψατο. Ὁ δὲ Σὴθ ἔλαβε γυναῖκα τὴν Ἀσουὰμ ἑαυτοῦ ἀδελφὴν, καὶ ἐτεκνοποίησε, καὶ ἐγένετο γενναίᾳ πολλῇ, καὶ ἐπλήσθη ἡ γῆ ἐξ αὐτῶν, ἀνδρῶν καὶ γυναικῶν· ὁ δὲ Κάϊν ἔλαβε γυναῖκα Ἀζουρὰν τὴν ἑαυτοῦ ἀδελφὴν, καὶ ἐγένετο ἐξ αὐτοῦ γενέᾳ πολλῇ. ἐν τοῖς οὖν μέσοις χρόνοις, ἐτέχθη Ἐνὼχ δίκαιος υἱὸς Ἰαρὲδ, καὶ οὐκ ἀπέθανε. μετὰ δὲ τὸν Ἀδὰμ, μετὰ ασ ἔτη μετετέθη ὁ Ἐνὼχ, ἕβδομος ὢν ἀπὸ Ἀδάμ. "ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας "τῶν ἀνθρώπων, ὅτι καλαὶ ἦσαν, ἔλαβον αὐτὰς γυναῖκας, καὶ ἐγέννησαν υἱοὺς, καὶ ἦσαν γίγαντες ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, οἱ ἀπ' αἰῶνος ὀνομαστοὶ ἄνθρωποι. ἐγένετο δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ ἐπιθυμῆσαι τοὺς υἱοὺς τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔτη βρκβ. Ὁ δὲ Πλούταρχος φησὶν ὅτι σφαίρα πυρὸς κατενέχθη εἰς τὴν Κελτικὴν χώραν ὑπὸ τοῦ Θεοῦ, κατέκαυσε τοὺς γίγαντας, καὶ εἰς τὸν Κρηδανὸν ποταμὸν ἐνεχθεῖσα ἡ σφαίρα, ἐσβέσθη. τοῦτο τὸ πῦρ ἱστοροῦσιν οἱ Ἕλληνες, καὶ λέγουσι τὸν υἱὸν τοῦ ἡλίου εἶναι τὸν Φαέθοντα, πεπτωκότα ἐκ τοῦ ἅρματος τοῦ ἡλίου εἰς τὴν γῆν. οἱ δὲ λοιποὶ γίγαντες, ἰδόντες τοὺς ἐξ αὐτῶν κρανοθέντας, 233 ἔμειναν ἀπειθεῖς· καὶ ὀργισθεὶς ὁ Θεὸς, εἶπε πρὸς αὐτοὺς, "ὅτι οὐ μὴ καταμείνῃ τὸ πνεῦμα μου," καὶ τὰ ἑξῆς, ὡς ἐμφέρεται ἐν τοῖς Μωσαϊκοῖς συγγράμμασιν. Καὶ ἐγένετο ἄνθρωπος ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ, ὀνόματι Νῶε, καὶ ἐποίησε Θεοῦ προστάξει κιβωτὸν, καὶ εἰσῆλθεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ ἐκ τῶν θηρίων καὶ ἑρπετῶν καὶ πετεινῶν. καὶ ἐγένετο ὁ κατακλυσμὸς ἡμέρας μ, καὶ ἀπέθανε πᾶσα σὰρξ ἔχουσα πνεῦμα ζωῆς. Ἐγένετο δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτει βφηβ, καὶ γενεαὶ ι. μετὰ δὲ τὸ παῦσαι τὸν κατακλυσμὸν, εὑρέθη ἡ κιβωτὸς εἰς τὰ ὄρη Ἀραρὰτ τῆς Πισσιδίας, καὶ ἔστιν ἐν αὐτῷ ξύλα ἕως τοῦ νῦν.

Ἡ δὲ γενεὰ τοῦ Νῶε, ἐτεκνοποίησε, καὶ ἐγένετο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐποίουν πυργοποΐαν, οἵ τινες καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ