1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

1

Synopsis scripturae sacrae

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΣΥΝΟΨΙΣ Τῆς Παλαιᾶς τε καὶ Καινῆς, ὡς ἐν τάξει ὑπομνηστικοῦ.

ΠΡΟΘΕΩΡΙΑ.

Καινὴ λέγεται ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς φύσεως τῶν ἐν αὐτῇ γενομένων, ὅτι πάντα ἀνεκαινίσθη, καὶ πρῶτον ἄνθρωπος, δι' ὃν τὰ πάντα. Ἵνα δὲ μή τις λέγῃ· Ὁ οὐρανὸς ὁ αὐτὸς, ἡ γῆ, καὶ τὸ κυριώτατον ἁπάντων ἄνθρωπος· καὶ (λ. καινὸς) νόμος ἐδόθη, καιναὶ ἐντολαὶ, καινὴ ἡ χάρις διὰ τοῦ λουτροῦ, καινὸς ἄνθρωπος, καιναὶ ἐπαγγελίαι. Οὐκέτι γὰρ γῆ καὶ τὰ ἀπὸ τῆς γῆς· ἀλλ' οὐρανὸς, καὶ τὰ ἐν οὐρανοῖς. Καινὰ τὰ μυστήρια. Οὐκέτι γὰρ ἐκεῖνα τὰ σωματικὰ, πρόβατον καὶ αἷμα, καὶ κνίσσα, καὶ κόπρος, ἀλλ' ἡ λογικὴ καὶ ἐνάρετος λατρεία, τὰ παραγγέλματα καινὰ, ξύλον εἰς οὐρανοὺς ἀνάγον καὶ ὑψηλοὺς ἐργαζόμενον.

Σκοπὸς δὴ ἑκατέρωθεν τῶν ∆ιαθηκῶν εἷς, τῶν ἀνθρώπων ἡ διόρθωσις. Καὶ τί δεῖ θαυμάζειν περὶ τῆς Γραφῆς, ὅπου γε καὶ τῆς κτίσεως αὐτῆς ἡ χρεία διὰ τοῦτον; Καὶ γὰρ οὐρανὸν μέγαν δι' αὐτὸν ἐποίησε, καὶ γῆν εὐθεῖαν, καὶ θάλασσαν ὑπὲρ τὴν χρείαν, ἵνα ἀπὸ τοῦ μεγέθους τῶν γενομένων θαυμάσαντες τὸν ∆ημιουργὸν, εἰς θεογνωσίαν ἔλθωσι. Καὶ ταῦτα οὖν διὰ τοῦτον γέγονεν. Ἐπεὶ οὖν σκοπὸς εἷς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, ἀναγκαῖον εἶναι ἐνόμισεν ὁ Μωϋσῆς καὶ ἱστορίας ἀναγράψαι παλαιάς· οὐ κατὰ τὴν ἔξωθεν ἀκολουθίαν· ἐκεῖνοι μὲν γὰρ ἱστορίας γράφουσιν ἁπλῶς, ὥστε πραγμάτων διηγήσεις ποιεῖσθαι, καὶ πολέμους καὶ μάχας εἰς μέσον ἀγαγεῖν, καὶ καρπώσασθαι δόξαν ἀπὸ τῶν γραμμάτων. Ὁ δὲ νομοθέτης οὐχ οὕτως· ἀλλὰ πάντοτε ἱστορίας ἀναγράφει ἀνδρῶν μεγάλων κατωρθωκότων, ὥστε τοῖς μετὰ ταῦτα τῶν ἐκείνοις βεβιωμένων τὴν διήγησιν γενέσθαι διδασκαλίας ἀγαθῆς ὑπόθεσιν. ∆ιὰ δὴ τοῦτο οὐ 56.314 μόνον τοὺς κατωρθωκότας εἰς μέσον ἄγει, ἀλλὰ καὶ τοὺς ἡμαρτηκότας, ἵνα τοὺς μὲν ζηλώσωμεν, τοὺς δὲ ἐκφύγωμεν, καὶ ἑκατέρωθεν ὀρθωθῇ τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς ἐπιμελείας. Μὴ τοίνυν νομιζέτω τις ξένον εἶναι νομοθέτου τὸ παλαιὰς ἱστορίας διηγεῖσθαι καὶ νόμους ἀναγράφειν.

Ὅπερ γὰρ ἰσχύει νόμος, τοῦτο καὶ ἡ διήγησις τοῦ βίου τῶν ἁγίων. Ἔστι τοίνυν τῆς Παλαιᾶς τὸ μὲν ἱστορικὸν, ὡς ἡ Ὀκτάτευχος· ἡ μὲν Γένεσις τὰ περὶ τῆς δημιουργίας διηγουμένη, καὶ τὰ περὶ τοῦ βίου τῶν εὐηρεστηκότων Θεῷ· ἡ δὲ Ἔξοδος τὴν ἀπαλλαγὴν τῶν Ἰουδαίων τὴνἐξ Αἰγύπτου, τὴν παράδοξον ἐκείνην, καὶ τὴν τῆς ἐρήμου διατριβὴν, καὶ τὴν τοῦ νόμου δόσιν· τὸ δὲ Λευιτικὸν τὰ περὶ θυσιῶν καὶ ἱερουργίας· ἡ γὰρ τοῦ Λευὶ φυλὴ αὕτη ἦν ἡ τὴν ἱερωσύνην κεκληρωμένη, καὶ ἀπὸ τοῦ ὀνόματος τῆς φυλῆς τὴν προσηγορίαν ἔλαχε τὸ βιβλίον. Μετ' ἐκεῖνο οἱ Ἀριθμοί· μετὰ γὰρ τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου, ἐκέλευσεν ὁ Θεὸς ἀριθμηθῆναι τὸν δῆμον τῶν Ἰουδαίων, καὶ ἦσαν ἑξακόσιαι χιλιάδες, ἀφ' ἑνὸς ἀνθρώπου τοῦ Ἀβραὰμ γενόμεναι. Εἶτα μετ' ἐκεῖνο τὸ ∆ευτερονόμιον· τὸν γὰρ νόμον ἐκ δευτέρου ἡρμήνευσεν αὐτοῖς ὁ Μωϋσῆς. Εἶτα μετ' ἐκεῖνο Ἰησοῦς ὁ τοῦ Ναυῆ· οὗτος γὰρ μετὰ τὸν Μωϋσέα γενόμενος αὐτῶν δημαγωγὸς, εἴς τε τὴν γῆν τῆς ἐπαγγελίας εἰσήγαγε, καὶ τὴν γῆν διένειμε κατὰ κλήρους ταῖς δώδεκα φυλαῖς. Μετ' ἐκεῖνον οἱ Κριταί· τοῦ γὰρ Ἰησοῦ τελευτήσαντος, εἰς ἀριστοκράτειαν μετέπεσε τὰ πράγματα τῶν Ἰουδαίων, καὶ αἱ φυλαὶ ἐκράτουν. Εἶτα Ῥοὺθ, βιβλίον βραχὺ, ἱστορίαν ἔχον γυναικὸς ἀλλοφύλου, γαμηθείσης Ἰουδαίῳ τινί. Μετ' 56.315 ἐκεῖνο αἱ Βασιλεῖαι αἱ τέσσαρες, ἐν αἷς τὰ εἰς τὸν Σαοὺλ, τὰ εἰς τὸν ∆αυῒδ, τὰ εἰς Σολομῶντα καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον, καὶ