1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

Quod nemo laeditur nisi a se ipso

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐπιστολὴ γραφεῖσα ἀπὸ Κουκουσοῦ τῆς Κιλικίας, ὄντος αὐτοῦ ἐν ἐξορίᾳ, ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς παραβλάψαι δυνήσεται, πρὸς τὴν μακαρίαν

Ὀλυμπιάδα καὶ πρὸς πάντας τοὺς πιστούς.

1 Οἶδα μὲν ὅτι τοῖς παχυτέροις καὶ πρὸς τὰ παρόντα κεχηνόσιν καὶ τῇ γῇ προσηλωμένοις καὶ αἰσθηταῖς μὲν δουλεύουσιν ἡδοναῖς, τῶν δὲ νοερῶν οὐ σφόδρα ἀντεχομένοις, καινός τις καὶ παράδοξος ὁ λόγος οὗτος εἶναι δόξει καὶ γελάσονται δαψιλὲς καὶ καταγνώσονται ἡμῶν, ὡς ἀπίθανα λεγόντων ἐκ προοιμίων τῆς ὑποσχέσεως. Οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ἐπαγγελίας, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐπὶ τὰς ἀποδείξεις ὧν ὑπεσχόμεθα μετὰ πολλῆς βαδιούμεθα τῆς σπουδῆς. Ἂν γὰρ βουληθῶσιν οἱ οὕτω διακείμενοι μὴ θορυβεῖν μηδὲ ταράττειν, ἀλλὰ ἀναμένειν τοῦ λόγου τὸ τέλος, εὖ οἶδ' ὅτι μεθ' ἡμῶν στήσονται καὶ ἑαυτῶν καταγνώσονται ὡς τὸν ἔμπροσθεν ἠπατημένοι χρόνον καὶ παλινῳδίαν ᾄσονται καὶ ἀπολογήσονται καὶ συγγνώμην αἰτήσονται ὑπὲρ ὧν οὐκ ὀρθὴν περὶ τῶν πραγμάτων ἔσχον τὴν ψῆφον καὶ χάριν ἡμῖν εἴσονται πολλήν, ὥσπερ οἱ κάμνοντες τοῖς ἰατροῖς, ἐπειδὰν τῶν νοσημάτων ἀπαλλαγῶσι τῶν τὸ σῶμα πολιορκούντων αὐτοῖς. Μὴ γάρ μοι τὴν νῦν κατέχουσαν παρὰ σοὶ κρίσιν λέγε, ἀλλὰ ἀναμεῖνον καὶ τῶν λόγων τῶν ἡμετέρων τοὺς ἀγῶνας, καὶ τότε δυνήσῃ τὴν ψῆφον ἀδέκαστον ἐνεγκεῖν, οὐδὲν ἐξ ἀγνοίας εἰς τὸ τἀληθῆ κρίνειν παραβλαπτόμενος. Ἐπεὶ καὶ οἱ ἐπὶ τῶν βιωτικῶν τούτων πραγμάτων καθήμενοι δικασταὶ οὐκ ἀνέχονται, κἂν σφοδρῶς ῥέοντα ἴδωσι τὸν πρότερον ῥήτορα καὶ πάντα ἐπικλύζοντα τῇ γλώττῃ, μὴ καὶ θατέρου μετὰ μακροθυμίας ἀκούσαντες τοῦ πρὸς αὐτὸν ἱσταμένου τὴν ψῆφον ἐνεγκεῖν, ἀλλά, κἂν μυριάκις ὁ πρότερος δοκῇ δίκαια λέγειν, ἀνέπαφον τὴν ἀκοὴν καὶ τῷ δευτέρῳ τηροῦσιν, ἐπειδήπερ καὶ αὕτη δικασ τῶν ἐστιν ἀρετή, τὰ παρ' ἑκατέρων μαθόντας μετ' ἀκριβείας ἁπάσης, τότε τὰ παρ' ἑαυτῶν ἐπάγειν, ἐπεὶ οὖν καὶ νῦν ἀντὶ ῥήτορός τινος ἡ κοινὴ τῶν πολλῶν πρόληψις καὶ ἐν μακρῷ χρόνῳ ῥιζωθεῖσα παρὰ ταῖς τῶν πολλῶν διανοίαις ταῦτα κατὰ τὴν οἰκουμένην ἅπασαν ῥητορεύει λέγουσα· Πάντα, φησίν, ἄνω καὶ κάτω γέγονε, πολλῆς συγχύσεως τὸ τῶν ἀνθρώπων ἐμπέπλησται γένος καὶ πολλοὶ καθ' ἑκάστην ἡμέραν οἱ ἀδικούμενοι, οἱ ἐπηρεαζόμενοι, οἱ βιαζόμενοι, οἱ βλαπτόμενοι, οἱ ἀσθενεῖς παρὰ τῶν δυνατωτέρων, οἱ πένητες παρὰ τῶν πλουσίων· καὶ ὥσπερ τὰ κύματα τῆς θαλάττης οὐκ ἔστιν ἀριθμεῖν, οὕτως οὐδὲ τὸ πλῆθος τῶν ἐπιβουλευομένων, τῶν ἐπηρεαζομένων, τῶν κακῶς πασχόντων καὶ οὔτε νόμων διόρθωσις, οὔτε δικαστηρίων φόβος, οὔτε ἄλλο οὐδὲν τὸν λοιμὸν τοῦτον ἔστησε καὶ τὴν νόσον, ἀλλὰ καθ' ἑκάστην ἡμέραν αὐξάνεται τὸ κακὸν καὶ οἰμωγαὶ πανταχοῦ καὶ θρῆνοι καὶ δάκρυα τῶν ἀδικουμένων· καὶ οἱ ταχθέντες τὰ τοιαῦτα διορθοῦν δικασταὶ αὐτοὶ τὸν χειμῶνα ἐπιτείνουσι καὶ τὴν νόσον ἐπιτρίβουσι· πολλοὶ δὲ ἐντεῦθεν τῶν ἀθλιωτέρων καὶ ἀνοητοτέρων, καινήν τινα μανέντες μανίαν, τῆς τοῦ θεοῦ κατηγοροῦσι προνοίας, ὁρῶντες τὸν μὲν ἐπιεικῆ πολλάκις ἑλκόμενον, σπαραττόμενον, ἀγχόμενον, τὸν δὲ θρασὺν καὶ ἄτιμον καὶ ἐξ ἀτίμων πλουτοῦντα καὶ δυναστείαν περιβεβλημένον, φοβερόν τε τοῖς πολλοῖς γενόμενον καὶ μυρία προστριβόμενον τοῖς ἐπιεικεστέροις δεινά, καὶ ταῦτα ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ἐρημίαις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τολμώμενα, ἀναγκαῖος οὖν ἡμῖν ὁ λόγος οὗτος εἰσέρχεται, ἀπεναντίας τοῖς εἰρημένοις ἱστάμενος καὶ ἀγῶνα