1

1

Oratio ante lectionem

ΕΥΧΗ ΙΩΑΝΝΟΥ ΤΟΥΧΡΥΣΟΣΤΟΜΟΥ Ἐν τῷ μέλλειν ἀναγινώσκειν, ἢ ἀναγινώσκοντος ἑτέρου ἀκροᾶσθαι.

63.923 Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς

καρδίας μου, τοῦ ἀκούειν με τοὺς λόγους σου, καὶ συνιέναι καὶ ποιεῖν τὸ θέλημά σου, Κύριε, ὅτι Πἄροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Μὴ 63.924 ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου, ἀλλ' ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Ἐπὶ σοὶ γὰρ ἐλπίζω, ὁ Θεός μου, ἵνα σύ μου φωτίσῃς τὴν καρδίαν.