1

 2

 3

 4

1

In venerandum crucem

Εἰς τὸν τίμιον σταυρόν.

59.675 αʹ. Σταυροῦ πρόκειται σήμερον ἑορτὴ, χορὸς ἀγγέλων σκιρτάτω· σταυροῦ

θέατρον ἔρχεται, δῆμος βροτῶν προσκυνείτω· σταυροῦ τὸ θεῖον ὑψοῦται κράτος, πλῆθος δαιμόνων φυγαδευέσθω. Ἀλλ', ὦ θεῖε σταυρὲ, τὸ τῶν ἀγγέλων ἄῤῥητον θέαμα, τὸ τῶν βροτῶν καύχημα, τὸ σκῆπτρον τὸ βασιλικόν! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι, χαρμόσυνά τε καὶ νικητήρια τῆς ἡμῶν γε φέροντι σωτηρίας· διὰ σοῦ πύλαι παραδείσου κλεισθεῖσαι πάλιν ἀνοίγονται, διὰ σοῦ τέθραυσται τὸ κράτος τοῦ θανάτου, διὰ σοῦ ᾅδης ἐσκύλευται, διὰ σοῦ οἱ νεκρωθέντες ζωῆς κατηξίωνται, διὰ σοῦ ὁ λῃστὴς ἐν παραδείσῳ χορεύει καὶ ἀγάλλεται, διὰ σοῦ συνῆπται τὰ οὐράνια τοῖς ἐπιγείοις· διὰ σοῦ ἐπίγνωσις ἀληθείας, διὰ σοῦ βάπτισμα ἀναγεννήσεως δεδώρηται, διὰ σοῦ ἄφεσις ἁμαρτιῶν κεχάρισται τοῖς ἀνθρώποις, διὰ σοῦ ἐσφράγισται ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος, διὰ σοῦ Ἐκκλησίαι σημειούμεναι, οἶκοι Θεοῦ χρηματίζουσι· διὰ σοῦ σώματος καὶ αἵματος Χριστοῦ ἀπολαύομεν, διὰ σοῦ υἱοὶ Θεοῦ καὶ κληρονόμοι βασιλείας οὐρανῶν γενέσθαι καταξιούμεθα, διὰ σοῦ πανηγύρεις καὶ ἑορταὶ καταφαιδρύνονται καὶ καταλάμπονται. Καὶ ποία ἂν γλῶσσα διεξελθεῖν ἰσχύσειεν, ὅσα καὶ οἷα διὰ σοῦ Χριστὸς ὁ Θεὸς ἐδωρήσατο τῷ γένει τῶν ἀνθρώπων;

Ἐπεὶ δὲ ταῦτα, πληθὺς ἡγιασμένη καὶ φιλέορτος, διὰ τοῦ λόγου ἐπέγνωμεν, λευκαῖς δὲ καρδίαις καὶ καθαροῖς στόμασι περιπτυξώμεθα τὸ σεβάσμιον καὶ ζωοποιὸν ξύλον, ἐν ᾧ προσεπάγη Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ παλάμαι θεῖαι ἥλοις συνεπάρησαν, ἐν ᾧ τὴν λόγχην διὰ τῆς πλευρᾶς διήλασαν οἱ Κυριοκτόνοι, καὶ τὴν γεῦσιν τοῦ ὄξους χολῇ μεμιγμένην προσεπότισαν· παριόντες δὲ καὶ παραπορευόμενοι, ἐκίνουν τὰς κεφαλὰς, χλευάζοντες καὶ λέγοντες, Οὐαί! Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύομεν αὐτῷ.

Ταῦτα ἡ τῶν Ἑβραίων ὁμήγυρις ἡ ἀγνώμων καὶ πεπωρωμένη, ἡ τῶν θείων τεραστίων ἀπολαύσασα τῆς εὐεργεσίας· ἡμεῖς δὲ πιστῶς προσκυνήσωμεν τὰ ζωοποιὰ τοῦ Χριστοῦ πάθη, τὴν σταύρωσιν, τὴν ταφὴν, τὴν ἐκ τῶν νεκρῶν τριήμερον ἔγερσιν· ἵνα καὶ συναναστῶμεν, καὶ συνδοξασθῶμεν, εἴπερ συμπάσχομεν, καθὼς τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος ὁ θεῖος προηγόρευσεν. Ἐν τούτοις καὶ πρὸς τούτοις συγκαλεῖται γοῦν σήμερον ἡμᾶς ὁ ἑορταζόμενος πανάγιος σταυρὸς, καὶ ταῦτα τὰ ἄφθαρτα καὶ ἀείζωα ἐδέσματα πᾶσιν ὁμοίως ἐπιτρέπει, τοῖς οἴκοις, ταῖς ἀγοραῖς, ταῖς νυξὶ, ταῖς ἡμέραις, ταῖς πόλεσι, ταῖς ἐρήμοις. Τὴν τοίνυν διὰ τοσούτων ἡμῖν τὸ παρ' ἑαυτῆς καλὸν χαριζομένην φαιδρῶς ὑποδεξώμεθα κατὰ τὸν Κυρίου λόγον, μὴ σκυθρωπάζοντες ὡς ὑποκριταὶ, ἀλλὰ τὸ ἱλαρὸν τῆς ψυχῆς ἀνεπιτηδεύτως διαδεικνύντες. Καὶ οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγεῖσθε τὴν περὶ νηστείας παράκλησιν, ὅσου τὸ μὴ σήμερον τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν· τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ οἱ πολλοὶ καταδέχονται· φοβοῦμαι δὲ τὴν μέθην, ἣν ὥσπερ τινὰ κλῆρον πατρῷον οἱ φίλοινοι ἰδιάζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τίς οὕτως ἀνόητος, ὥστε πρὶν ἄρξασθαι πίνειν, τὰ τῶν μεθυόντων παραφρονεῖν; οὐκ οἶδας, ὅτι γαστὴρ παρακαταθήκην οὐ διασώζει; Γαστὴρ ἀλλάκτης ἐστὶν ἀπιστότατος, ταμιεῖον ἀφύλακτον πολλῶν 59.676 ἐναποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Ὅρα, μὴ καὶ σοὶ αὔριον ἀπὸ μέθης ἐλθόντι τὰ