1

 2

 3

1

In sanguinis fluxu laborantem

Εʹ. Τοῦ αὐτοῦ εἰς τὴν αἱμοῤῥοοῦσαν, ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου.

64.17 Ἄλλοις μὲν ἄλλας ὁ τοῦ βίου σκοπὸς ἐμπορίας ἐμέρισε, διαιρῶν ἑκάστῳ τὴν

δοκοῦσαν εἶναι χρειώδη καὶ συμφέρουσαν· ἡμῖν δὲ μίαν ἀπένειμεν ὁ Θεὸς τὴν ἐμπορίαν τοῦ Πνεύματος, πολλαπλῆν οὖσαν διὰ πίστεως, καὶ κατορθοῦσαν τὰ μέγιστα κατὰ τὸ γεγραμμένον· Τὸ δὲ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Μόνη γὰρ πίστις παραμένει τοῖς ἔχουσιν· οὐ ψεύδεται τὸν λαμβάνοντα, οὐκ ἀθετεῖ τὸν κτησάμενον, οὐκ εὐλαβεῖται τοὺς κλέπτας, οὐχ ὑφορᾶται τοὺς ἅρπαγας, οὐ χρῄζει σφραγίδων, οὐ ζητεῖ τοὺς φυλάττοντας· Θεὸν γὰρ ἔχει φύλακα τὸν πάντα τοῖς πᾶσι διὰ ταύτης ἑτοίμως παρέχοντα. Ταύτην ἐπιθυμοῦσιν ἔχειν βασιλεῖς, ἀλλ' ἰδιῶται κέκτηνται· ζητοῦσι δυνάσται, αὐτὴ δὲ ταπεινοῖς προστρέχει, καὶ τοὺς εὐτελεῖς περιπτύσσεται· ἔρχεται πρὸς τοὺς ἀῤῥώστους, καὶ τούτους παρακρατοῦσα χειραγωγεῖ, ἀμισθὶ τὰς ἰάσεις δωρουμένη.

Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, τὸν Χριστὸν ἐξ ὄρους κατερχόμενον, 64.18 καὶ πάλιν εἰς ὄρος ἀναβαίνοντα, περῶντα λίμνην, διαπλέοντα θάλασσαν, ἀγροῖς ἐπιδημοῦντα καὶ πόλεσι καὶ κώμαις, μετὰ τῆς κάτω πορείας μέμνησο καὶ τῆς ἄνω· μὴ ἐπιλάθῃ τῆς τῶν Χερουβὶμ καθέδρας, μὴ παρέλθῃς τὰ θεῖα διὰ τὰ ἀνθρώπινα, μὴ λήθῃ παραδῷς τὸν οὐρανὸν, μὴ ἀμνημονήσῃς ὅτι σὰρξ ὁ Λόγος γέγονεν, ὡς ἠθέλησεν. Ἡ γὰρ σὰρξ ὁ Λόγος ἐγένετο· ὡς σὰρξ περιπατεῖ, ὡς λόγος παραχωρεῖ· ὡς σὰρξ εἰς ὄρος ἀναβαίνει, ὡς Λόγος ἐπάνω τῶν Χερουβὶμ καθέζεται· ὡς σὰρξ ὑπομένει δι' ἐμὲ τὰ ἐμὰ, ὡς Λόγος τὰ τοῦ Πατρὸς ἀκαμάτως ἐργάζεται, ἐξ ὕδατος ἐν Κανᾷ παραστήσας· φωτὸς ἀνοίγει θυρίδας, πηλῷ καὶ δακτύλῳ καινουργῶν τὰς ὁράσεις. Εἶπε τῷ λεπρῷ, Θέλω καθαρίσθητι, καὶ μετὰ τὴν φωνὴν τὸ πάθος οὐκ ἦν· Ἔγειρε, λέγει τῷ παραλυτικῷ· ὁ λόγος δὲ ἀντὶ ποδῶν ἐγίνετο, καὶ τὸ πρόσταγμα βάδισμα θᾶττον ὁ πάσχων ἐλάμβανεν· ἔφθασε τὸ Ἰαείρου δωμάτιον, καὶ τὸ 64.19 πένθος ἀθρόον εἰς χαρὰν μετεβάλλετο. Ἰδοὺ καὶ τήμερον ὄχλῳ περισφιγγόμενος ἐκλάμπει τὸ κράσπεδον, καὶ τῷ ὄμβρῳ τῆς πίστεως τὴν ῥύσιν κατέκλυσε. Τί γὰρ ἡμῖν ἀρτίως ὁ εὐαγγελιστὴς εἰσηγήσατο, τὰ κέρδη τῆς πίστεως εἰσφέρων πολύτροπα; Ἦν γάρ τις ἀρχισυνάγωγος, τῶν Μωϋσέως νόμων θεραπευτὴς, καὶ τοῦ λαοῦ παιδευτὴς, τὴν δὲ κλῆσιν Ἰάειρος. Τούτῳ μίαν χάριν ἡ φύσις δέδωκε, μονογενῆ θυγατέρα, εἰς ἣν ὄχλος ἠσχόλητο ἀναγκαῖος, ὡς ἔθος ὑπάρχει γενέτῃ φιλόπαιδι. Ἀλλ', ὡς ἔοικεν, ἐλάνθανεν, οὐκ εἰς διαδοχὴν, ἀλλ' εἰς πρόωρον ταφὴν ταύτης ἐπιμελούμενος. Νόσημα γὰρ αὐτῇ τι χαλεπὸν ἐπελθὸν, γείτονα μὲν ταύτην τοῦ θανάτου ποιεῖ, τὸν δὲ πατέρα τῆς ἐπ' αὐτῇ χρηστῆς ἐξέκοψεν ἐλπίδος.

Ἀλλ' οὐκ ἐνίκησε τὴν πίστιν τὸ πάθος· εὐθὺς γὰρ ἐπὶ τὸν Σωτῆρα χωρεῖ ὁ Ἰάειρος, καὶ παρακαλεῖ φθάσαι τὸ δωμάτιον. Προφθάνει δὲ τὸν καλοῦντα τῇ προθυμίᾳ ὁ Κύριος· Ἐγερθεὶς γὰρ, ἠκολούθησεν αὐτῷ. Ἀλλ'ὅρα, πιστὲ, οἵα παρὰ γυναικὸς δικαία καινοτομεῖται βία, οἵα σοφὴ οἰκονομεῖται κλοπὴ, οἵα παρὰ θήλεος ἐπινοεῖται ἀκίνδυνος ἁρπαγή· δεῖ γὰρ αὐτῷ πρὸς τὴν κίνησιν ἐπειγομένῳ καὶ τὴν ὁδὸν ἐκείνην ἀνύειν συντόμως. Γυνὴ, φησὶν, αἱμοῤῥοοῦσα δέκα δύο ἔτη, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ, ὅτι Ἐὰν μόνον ἅψωμαι, σωθήσομαι. Οὗτος γὰρ, φησὶν, ὁ ἰατρὸς ἐξ οὐρανοῦ παραγέγονεν· οὐκ ἐπιτάττει φαρμάκων πολυδαπάνων ὕλην, οὐ κατατέμνει σιδήρῳ, οὐκ ἐπάγει τὰς ὀδύνας· οἶδε τὰ τοῦ θήλεος· ἐκ παρθένου γὰρ μητρὸς ὡς ἠθέλησεν ἐπεδήμησεν· οὐ μολύνεται τὰ λανθάνοντα διερευνώμενος πάθη· αὐτός ἐστι τῶν