1

 2

 3

1

In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense)

1 Τὴν μὲν ἁγιότητα τὴν Χριστοῦ τὸ θῦμα τοῦ πάσχα μετὰ τοῦ ἀμώμου ὑπεδείκνυε, τὴν δὲ ἐν τῷ πάθει Χριστοῦ σωτηρίαν ἀνθρώπων ἡ τῶν πρωτοτόκων σωτηρία διὰ τῆς θυσίας τοῦ πάσχα δοθεῖσα, τὸν δὲ ἁγιασμὸν ἡ βρῶσις, καὶ ταῦτα ἡμῖν ἤδη προείρηται· νῦν ἐκ τῶν ὑπολοίπων τῆς νομοθεσίας ἐπισκεπτέον ὅπως μὲν δεῖ παρασκευάζεσθαι τὸν ἁγιασθησόμενον, ὅπως δὲ προσιέναι πρὸς τὴν τῆς ἁγιότητος κοινωνίαν, οἷον δὲ τὸν βίον διάγειν μετὰ τὸ γενέσθαι τοῦ ἁγίου μέτοχόν τε καὶ κοινωνόν.

2 Τὴν μὲν οὖν παρασκευήν, ἣν παρασκευάσασθαι δεῖ τὸν μέλλοντα μετέξειν Χριστοῦ, διὰ περιτομῆς ἐπέδειξεν ἡμῖν ὁ νομοθέτης τυπικῶς λέγων. "Οὗτος ὁ νόμος τοῦ πάσχα. Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτεμεῖς 3 αὐτὸν καὶ τότε φάγεται ἀπ' αὐτοῦ". Περιτομὴ δὲ τότε μὲν ἦν μερικὴ καὶ τὴν ὠφέλειαν αὐτόθεν οὐκ ἐπιδει κνύουσα, οὐδὲν γὰρ καλλίων ἐκ τῆς περιτομῆς ἄνθρωπος ἀπεδείκνυτο παρὰ τὸν ἀκρόβυστον, ἀλλὰ καὶ ὄνειδος παρὰ θεοῦ τοῖς Ἰσραηλίταις ἦν ὅτι "Πάντα τὰ ἔθνη" φησὶν "ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίαις αὐτῶν"· ἡ δὲ ἀληθὴς περιτομὴ καθ' ὅλης ἐστὶ σαρκός, φίλον τε καὶ οἰκεῖον ἀποδείκνυσι θεῷ τὸν περιτετμημένον τῇ καρδίᾳ καὶ περιῃ ρημένον τὸ κάλυμμα τὸ σαρκικόν, ὅπερ ἐκ διαδοχῆς πατέρων ἔχοντας ἡμᾶς καὶ περιαιρεθῆναι χρῄζοντας ἡμᾶς αὐτὸ προϋπέδειξεν ὁ νόμος τὰ γεννητικὰ περιτέμνων μόρια, τῆς γεννήσεως τὰ σύμβολα ποιῶν διὰ τούτου καὶ τοῦ καλύμματος 4 τοῦ κατὰ γέννησιν ἡμῖν ἀκολουθοῦντος.

Οὐδεὶς οὖν μὴ περιτεμνόμενος τὸν σαρκικὸν τρόπον ἐπὶ τὴν οἰκείαν ἀφίξεται κοινωνίαν Χριστοῦ, ἀλλ' "ἡμεῖς ἐσμεν ἡ περιτομή", φησίν, οἱ Χριστοῦ μέτοχοι, "οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ μὴ πεποιθότες ἐν σαρκί"· γυμνὴ γὰρ ἡ καρδία παντὸς σαρκικοῦ λατρεύειν ἀληθινῶς θεῷ δύναται καὶ τῷ Χριστῷ συγκιρνᾶσθαι πνεύματι.

5 Ταύτης τῆς περιτομῆς κατάρχει μὲν τὸ τοῦ κυρίου πάθος ὑπὲρ ἡμῶν ἀποθεμένου τὴν σάρκα καὶ τὴν περιτομὴν αὐτὴν δι' ἡμᾶς ἀναδεξαμένου, ἐκτυποῦται δὲ τὸ μυστήριον εἰς ἡμᾶς ἐν βαπτίσματι καὶ τελεῖται τῷ βίῳ τῷ κατὰ Χριστόν· "Περιετμήθητε" γάρ φησι "περιτομῇ ἀχειρο ποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ 6 ἐν τῷ βαπτίσματι". Ἕως οὖν οὐκ ἀποτίθεσαι τὸ σαρκικὸν ἦθος, ἀλλογενὴς εἶ καὶ ξένος, ἀμέτοχά σοι καὶ ἀκοινώνητα πρὸς τὸν ἅγιον τὸν ἐξ οὐρανοῦ παρόντα Χριστόν· οὐράνιον γὰρ γενέσθαι δεῖ τὸν τῷ οὐρανίῳ προσελευσόμενον, οὐράνιος δὲ οὐδεὶς ἂν γένοιτο μὴ τὰ γήϊνα περιελών.

7 Οὕτω μὲν δὴ προαποθέμενος τὸν παλαιὸν ἄνθρωπον ἐν τῇ χάριτι τοῦ βαπτισμοῦ καὶ τῇ προθυμίᾳ τῶν πνευματικῶν πράξεων προσελεύσει καὶ μεθέξεις Χριστοῦ· δεύτερον δὲ ἰδεῖν ἔστιν ὁποῖοί τινες ὑπὸ τοῦ νόμου στέλλονται πάντες οἱ τοῦ πάσχα μεταλαμβάνοντες, ἵνα καὶ ὁποίους ἡμᾶς εἶναι δεῖ Χριστοῦ μεταλαμβάνοντας ἐπιγνῶμεν· "Οὕτω" φησὶ "φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ 8 βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν". Ὁδοιπορικὸν τὸ σχῆμα εὐσταλῆ καὶ εὔζωνον ὑποδείκνυσι καὶ ἕτοιμον τρέχειν εἰς ἐπαγγελίας θεοῦ, ὥσπερ ὁ Ἰσραὴλ τότε πρὸς τὴν ἐπαγγελίαν τῆς γῆς τῆς ἀγαθῆς ὁδίτης ἐστέλλετο· σκόπει δέ μοι τὸν πνευματικὸν ὁδοιπόρον παρ' ἐκεῖνον ὅσην ἔχει τὴν ὑπεροχήν, οὐκ ἐπὶ τὴν κάτω σπεύδων γῆς ἐπαγγελίαν, οὐ τὰ πρόσκαιρα μεταδιώκων καλά, οὐ γῆν ἀντὶ γῆς ἀλλαττόμενος, Ἰουδαίαν ἀντ' Αἰγύπτου, ἀλλὰ τί φησιν ὁ τοιοῦτος ὁδοιπόρος περὶ τῆς ὁδοιπορίας τῆς ἑαυτοῦ; "Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως".