1

1

In sanctum Stephanum iii

Εἰς τὸν ἅγιον Στέφανον, γʹ.

63.933 Πολλὰ καὶ θαυμαστὰ τοῦ μακαρίου Στεφάνου τὰ τρόπαια, καὶ οὐδὲ θάνατος

αὐτὸν τῆς εὐσεβοῦς παρατάξεως ἀπέσπασε. Ζῶν μὲν γὰρ πρὸς Ἰουδαίους ἐμάχετο, καὶ ἀποθανὼν δὲ κατὰ αἱρετικῶν ὁπλίζεται, ὅπλον ἔχων ἀκαταγώνιστον, τῆς Τριάδος τὴν πίστιν. Καὶ βλέπε μοι τὰς τότε τῶν ἐναντίων φάλαγγας, καὶ ἐκπλάγηθι τοῦ στρατιώτου τὴν ἀνδρείαν. Ἀλεξανδρεῖς ἔπεισι, καὶ Λιβερτίνοι ἐτόξευον, Κίλικες καὶ Ἀσιανοὶ ἐπολιόρκουν, εἰς συνέδριον ἥρπαζον, ψευδομάρτυρας ἐμισθοῦντο, νιφάδας λίθων ηὐτρέπιζον, ὡς λέοντες κατ' αὐτοῦ τοῖς ὀδοῦσιν ἔβρυχον· ἀλλ' ὅμως ὁ στρατιώτης σοφίᾳ καὶ πνεύματι ὁπλισάμενος ἐνίκα, τῇ μορφῇ τοὺς ὁρῶντας καταστράπτων, καὶ τοῖς λόγοις τοὺς θεομάχους ἐκνευρίζων.

Ἀλλ' εἶδες τῶν σῶν πολεμίων τὰ στίφη; βλέπε μοι πάλιν καὶ τὴν ἐκ Θεοῦ συμμαχίαν· οὐρανοῦ ἁψῖδας ἀνεπέτασε, τῷ ἀθλητῇ ἐπισείων τῶν βραβείων τὰ ἔπαθλα· ἀγγελικῇ μορφῇ τὸ πρόσωπον ἐκαλλώπιζε, νιφάδας λίθων ταῖς νιφάσι τῶν λόγων ἀπεκρούετο· καὶ οἱ μὲν ἔβαλλον, οἱ δὲ ἔφερον, καὶ τὸν στέφανον ἐπεδίδουν τῷ Στεφάνῳ. Βλέπε τοιγαροῦν καὶ τανῦν, καὶ ὄψῃ τῶν τροπαίων τὴν συγγένειαν. Τότε ἐπὶ τῶν φωνῶν τοῦ σταυροῦ συνηγόρει, καὶ νῦν ὁ Στέφανος Ἐκκλησίας στέφανος· πρῶτος γὰρ τὰ τοῦ θανάτου ἐπάτησε κέντρα. Ἐν βασιλείοις στέφανος· ἐθαλάμευσε γὰρ αὐτὸν ἡ βασιλὶς καὶ Παρθένος· παρὰ ἄρχουσι στέφανος· τὸν γὰρ τοῦ ξενοδοχήσαντος παῖδα βασιλέως πεποίηκε πατέρα· ἐν φιλοπτωχείᾳ στέφανος· χηρῶν καὶ ὀρφανῶν πλούσιος γέγονε καὶ πιστὸς οἰκονόμος· κατὰ Ἰουδαίων στέφανος· ἐστηλίτευσε γὰρ 63.934 τὴν συναγωγὴν μοιχευθεῖσαν εἰδώλοις· κατὰ αἱρετικῶν στέφανος· ἐμφράττει γὰρ τῶν θεομάχων τὰ στόματα, βοῶν, Μέγας ὁ Κύριος ἡμῶν.

Μέγας· γλώττης γὰρ οὐχ ὑπόκειται μέτρῳ· μέγας· διανοίας γὰρ ὑπερβαίνει φαντασίαν· μέγας· ἴδιον γὰρ τῆς θείας φύσεως τὸ ἀπερίγραπτον· μέγας· ἐκ κόλπων γὰρ πατρικῶν ἀνάρχως ἀνέτειλε· μέγας· ὡς γὰρ Λόγος ἀπαθῶς ἐγεννήθη· μέγας· ἡ γὰρ θεία ὠδὶς τὴν οὐσίαν οὐκ ἐμέρισε· μέγας· ἐπὶ τοῦ θρόνου γὰρ κάθηται, οὐκ εἰς τὸ ὑποπόδιον ἔῤῥιπται· μέγας· οἵα γὰρ ἡ ῥίζα, τοιοῦτος καὶ ὁ κλάδος· μέγας· ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν, ἑώρακε τὸν Πατέρα· μέγας· οὐδὲν γὰρ ἄνισον ἐν τῇ Τριάδι· μέγας· δι' ὕδατος γὰρ πολλοὺς ἀνεγέννησε· μέγας· ὁρώμενος γὰρ οὐ παλαιοῦται· μέγας· μικρὸν γὰρ Πατέρα οὐκ εἶχε. Μέγας οὖν ὁ Κύριος ὁ Υἱὸς, κἂν τοῖς γείτοσι μὴ δοκῇ. Παντοκράτωρ ὁ Υἱός· πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· βασιλεὺς ἄναρχος ὁ Υἱός· ὁ γὰρ βασιλεὺς ἡμῶν πρὸ αἰῶνος· ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός· Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· φῶς ἀληθινὸν ὁ Υἱός· Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου.

Τί πολλὰ λέγω; Θεὸς καὶ παντοκράτωρ, ὁ ἐκ Παρθένου σαρκωθεὶς Υἱὸς τοῦ Θεοῦ, καὶ ποιμαίνων τὴν Ἐκκλησίαν, ὡς μαρτυρεῖ ὁ προφήτης λέγων· Ἐπισκεψάσθω Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.