1

 2

1

In sanctam Pelagiam

Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὴν αὐτὴν ἁγίαν μάρτυρα Πελαγίαν.

Ἔδει μὲν μείζονος τῆι Πελαγίαι θεάτρου· μεγάλα γὰρ τῆς κόρης τὰ σκάμματα καὶ πολυανθρώπου θεωρίας ἀντάξια. ἀρκεῖ δὲ ὅμως ἀντὶ τοῦ κόσμου παντὸς ὁ Χριστός, τῆι τῆς παρθένου πανηγύρει παρών· ὅπου γὰρ Χριστὸς ὁ παρών, ἐκεῖ πάντων ὁ χορὸς τῶν ἀγγέλων. ἅπας μὲν οὖν μάρτυς ξιφῶν καὶ βασάνων δεικνὺς τὸ σῶμα φιλονεικότε ρον, μέγαν τῶι διαβόλωι κατασκευάζει θεατρισμόν, τὸν ἀσώματον νικῶν διὰ σώματος καὶ πρὸς σίδηρον ἐρίζων διὰ σαρκός. ὅταν δὲ ἴδω καὶ κό ρας τὴν ὑπὲρ τοῦ Σταυρωθέντος τελευτὴν ὠδινούσας, πλατύτερον γελῶ τοῦ διαβόλου τὸ θράσος, ὃς μαντεῖα πλαττόμενος πάμπολλα, ὡς δὴ τὸ μέλλον δι' αὐτῶν προμηνύων, τὴν οἰκείαν σήμερον οὐκ ἐμαντεύσατο χλεύην, πολλοῦ τινος οὖσαν ἀντάξιον γέλωτος. τί γὰρ ἂν γελοιό τερον εὕροι τις ἧς ὑπέμεινε σήμερον ὁ διάβολος χλεύης; ἔχων γὰρ ἐν δικτύωι παρθένον, ἐκπεπτώκει τῆς θήρας, καὶ λαβόμενος τῆς παιδὸς οὐκ ἐλάβετο, καθάπερ σκιᾶς, οὐκ αὐτῆς δεδραγμένος. ἡ γὰρ κόρη καὶ τῶι τῆς περιστερᾶς ἀκεραίωι καὶ τῶι τοῦ ὄφεως κεκραμένη φρονίμωι, ** ὡς μὲν ἀκέραιος περιστερὰ συνηλήφθη, ὡς δὲ φρόνιμος ὑπεξέκλινεν ὄφις. οὐ γὰρ ἀπέγνω συλληφθεῖσα τὴν νίκην, οὐδὲ συγκατεσχέθη τῆι σαρκὶ καὶ τὴν σύνεσιν· ἀλλ' ἐσκοπεῖτο μηχανήν, τὸ τῶν συλλαβόντων ἀντεκλήττουσαν θράσος. τί οὖν; μεταμέλειαν ὑποκρίνεται, καὶ χειμῶνι ναυαγοῦσα τοσούτωι, παραγ γέλλει τῶι προσώπωι φαιδρότητα. οἱ δὲ δελεασθέντες τῶι πλάσματι καὶ τῆι τῆς κόρης ἱλαρότητι κλαπέντες, ἔπαθόν τι πρὸς αὐτὴν καὶ φιλάν θρωπον καὶ σχῆμα περιθέσθαι νυμφικὸν αἰτησάσηι διδόασιν ἄδειαν, ὡς οὐ τῆι παρθένωι χαριούμενοι μόνον, ἀλλὰ καὶ τῶι δικαστῆι φανούμενοι κρείττους, εἰ κεκαλλωπισμένην ἀπαγάγοιεν κόρην. ἡ δὲ τυχοῦσα τῆς τέχνης, τὸν ὄντως εὐθὺς ἠμφιέννυτο κόσμον· ζωσαμένη γὰρ τόλ μαν καὶ τὰς τῆς ἀναστάσεως ἐλπίδας ἐνδυσαμένη, πρὸς τὸ τοῦ στέ γους δραμοῦσα πτερύγιον, ἐκεῖθεν καθίησιν ἑαυτήν, καὶ νικᾶι πάλης ἰδέαν, ἣν ὡς μεγάλην ποτὲ τῶι Κυρίωι τετολμήκει προτεῖναι <ὁ> διά βολος, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, λέγων, βάλε σεαυτὸν κάτω. *** πρὸ τῆς πίστεως τὴν εὐτολμίαν τῆς κόρης ἐκπλήττομαι· τίς γὰρ οὐκ ἂν καθ' ἑαυτὴν ἀνεκίνησεν· Ἐκδίδωμι ἐμαυτὴν πρὸς κατάπτωσιν βεβιασ μένην, φοβουμένη πορνεύειν· καλὸς ὁ σκοπός, εἰ θανάτωι βεβαιωθείη τὸ πτῶμα· νεκρᾶι γὰρ κἂν παροινῶσιν, οὐκ εἴσομαι· ἂν δὲ δὴ προσραγεῖσα τῆι γῆι, θραύσω μὲν τὰ τοῦ σώματος καίρια, ἡ ψυχὴ δὲ ἐμμένηι τοῖς μέλεσιν, ὀδυρομένη τὴν τοῦ σώματος λώβην, ἃ δέδοικα πείσομαι τῷ δι καστῆι προσαχθεῖσα. τεθραυσμένην γὰρ τὸ σῶμα καὶ πορνείαι παρα δόντες, ἀπολύσουσιν ἄτιμον, ὡς εἶναί μοι τὴν δυσπραγίαν διττήν, καὶ τῆς τοῦ σώματος χρείας βλαβείσης τῶι πτώματι καὶ τῆς παρθενίας παρ' ἐμοῦ συληθείσης. ταῦτα ἂν ἄλλην παρετάραξε κόρην· ἡ δὲ ὥσπερ ἐγγυητῆι τοῦ τέλους τῆι πίστει θαρρήσασα, πρὸς τὴν τοῦ πτώ ματος εὐτολμίαν ἐξώρμα. ἑάλως ὑπὸ κόρης, διάβολε, νενίκησαι παρ θένου τολμήματι· ἃ γὰρ τῶι σαυτοῦ ∆εσπότηι προέτεινας, ἐπὶ ταῦτα δούλη τις ἐκείνου προκαλεῖταί σε κόρη, καὶ πρὸς τὸ τοῦ στέγους δρα μοῦσα πτερύγιον, ἐκεῖθεν ἑαυτὴν ἀκοντίζει. οὐχ ὑπακούει σου διὰ δικαστοῦ καλουμένη, οὐ δέχεται τὴν παρένθετον μάχην· γνωρίζει γάρ σου τῆς πανουργίας τὴν ἔννοιαν· καλεῖς πολλάκις παρθένους πρὸς δικα στὰς ὡς εἰς μάστιγας, καὶ ἄνευ μάχης τῶν ἐκ μάχης ἐκβάλλεις κεκρα τημένας πικρότερον. εἰ δὲ ὄντως καλεῖς πρὸς παράταξιν, ἢ πρὸς σκάμματα μεταστέλληι τὴν κόρην, ἐκ τοῦ στέγους ἐμβαλλούσηι συμ πλέκου, ἐκεῖθεν ἐκπεσουμένην ὑπόμεινον. στῆθι καὶ πειρῶ τοῦ πα λαίσματος, ἀκόνησον πανουργίαν ἣν βούλει· ἔχεις τὴν γῆν ἀντὶ σκάμ ματος, κατάπηξον ἐν αὐτῆι τοῦ