1

 2

 3

1

In ramos palmarum

Τοῦ Χρυσοστόμου λόγος εἰς τὰ Βαΐα, Κύριε εὐλόγησον.

Ὅτε ἤγγισεν ὁ Κύριος εἰς Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Βηθσφαγὴν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μαθητὰς λέγων· πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθέως ἀποστέλλει αὐτούς· τοῦτο δὲ γέγονεν, ἵνα τὸ ῥηθὲν πληρωθῇ διὰ τοῦ προφήτου· 310 εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον ἀλλ' οὐδέποτε μετὰ τοσαύτης περιφανείας.

Τί οὖν τὸ αἴτιον; προοίμιον ἦν τότε οἰκονομίας καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν οὔτε ὁ καιρὸς τοῦ παθεῖν ἐγγύς· διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο καὶ μᾶλλον κρύπτων ἑαυτόν. Οὔτε γὰρ ἂν ἐθαυμάσθη φαινόμενος οὕτως καὶ εἰς μείζονα αὐτοὺς ἐξήγειρεν ὀργήν. Ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐπιλάμπει λοιπὸν καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. ∆υνατὸν μέντ' ἄρ' ἦν καὶ παρὰ τὴν ἀρχὴν τοῦτο γε-νέσθαι, ἀλλ' οὐδὲν χρήσιμον οὐδὲ λυσιτελὲς οὕτως. Σὺ δέ μοι θέα ὅσα θαύματα γίνεται καὶ ὅσαι πληροῦνται προφητεῖαι. Εἶπεν, ὅτι εὑρήσετε ὄνον· προεῖπεν, ὅτι οὐδεὶς κωλύει, ἀλλ' ὅτι ἀκούσαντες σιγήσουσι. Καὶ τοῦτο δὲ οὐ μικρὸν κρῖμα Ἰουδαίων ἐστί. Τοὺς οὐδέποτε γνωρίμους αὐτῷ οὐδὲ φανέντας πείθει τὰ ἑαυτῶν προέσθαι καὶ μηδὲ ἀντειπεῖν καὶ διὰ τῶν μαθητῶν. Οὗτοι δὲ αὐτῷ θαυματουργοῦντι παρόντες οὐκ ἐπείσθησαν. Μὴ δὴ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον.

Τίς γὰρ αὐτοὺς ἔπεισε τῶν Ἰουδαίων ἀφαιρουμένων καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι ἢ καὶ ἐρομένους σιγῆσαι καὶ παραχωρῆσαι; Καὶ γὰρ ἀμφότερα ὁμοίως θαύματα ἦν· καὶ εἰ μηδὲν εἶπον ἑλκομένων τῶν ὑποζυγίων καὶ εἰπόντες καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει παρεχώρησαν καὶ οὐκ ἀντέστησαν καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες ἀλλὰ τοὺς μαθητάς. Ἀπὸ τούτων αὐτοὺς παιδεύει, ὅτι καὶ Ἰουδαίους ἠδύνατο καὶ ἄκοντας κωλῦσαι διόλου μέλλοντας αὐτῷ ἐπιέναι καὶ ἀφώνους καταστῆσαι. Ἀλλ' οὐκ ἠθέλησεν.

Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς ὅπερ ἂν αἰτήσῃ διδόναι καὶ αὐτὴν κελεύει τὴν ψυχὴν προέσθαι καὶ ταύτην παρέχειν καὶ μὴ ἀντιλέγειν. Εἰ γὰρ ἀγνοοῦντες οὕτω παρεχώρησαν, πολλῷ μᾶλλον αὐτοῦ ἀπόντος ἐξίστασθαι δεῖ. Προσδὲ προφητείαν καὶ ἑτέραν πάλιν ἐπλήρου διπλῆν, τὴν μὲν δι' ἔργων τὴν δὲ διὰ ῥημάτων. Καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου, ἡ δὲ διὰ ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου. Καὶ γὰρ 311 εἶπεν, ὅτι καθεδεῖται ὁ βασιλεὺς ἐπὶ ὄνου· καὶ καθίσας αὐτὸς καὶ πληρώσας αὐτήν. Ἑτέρα πάλιν προφητεία· ἀρχὴν διὸ ἐποίει τὰ μέλλοντα προδιατυπῶν. Πῶς καὶ τίνι τρόπῳ; τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προαναφωνεῖ καὶ ὅτι αὐτὸς ἐπαναπαύσεται καὶ ἥξουσιν αὐτῷ καὶ ὄψονται. Καὶ προφητεία διεδέχετο προφητείαν. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο μόνον δοκεῖ τὸν ὄνον ἐκάθισε, ἀλλὰ καὶ τρόπον ἡμῖν φιλοσοφίας παρέχων. Οὐ γὰρ δὴ μόνον προφητείας ἐπλήρου οὐδὲ δόγματα ἐφύτευσε τὰ τῆς ἀληθείας, ἀλλὰ καὶ τὸν βίον διώρθου δι' αὐτῶν τούτων, πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας ζωῆς καὶ διὰ πάντων τὴν ζωὴν κατορθῶν τὴν ἡμετέραν.