1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

In illud: Ne timueritis cum dives factus fuerit homo

ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ∆ΑΥΙ∆ Τὸ λέγον, "Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ," καὶ περὶ

φιλοξενίας.

55.499 αʹ. Ἡδὺ μὲν γηπόνῳ τὸ ἄροτρον ἑλκύσαι εἰς καθαρισμὸν τῆς ἀρούρας, καὶ τὴν αὔλακα ἀνατεμεῖν, καὶ τὰς ἀκάνθας ἀνασπάσαι, καὶ οὕτω τὰ σπέρματα καταβαλεῖν, ἀκάνθης οὐκ οὔσης τῆς λυμαινομένης τὸν σπόρον· πολὺ δὲ ἥδιον τῷ λέγοντι, ὅταν εἰς ἀκοὴν καταβάλλῃ τὰ θεῖα νοήματα θόρυβον οὐκ ἔχουσαν. ∆ιὰ δὴ τοῦτο μετὰ ἡδονῆς ἁπτόμεθα τὸν λόγον, ὅτι τὴν ἄρουραν ταύτην ἐκκεκαθαρμένην ὁρῶμεν. Εἰ γὰρ καὶ τὴν διάνοιαν ὑμῶν οὐ βλέπομεν, ἀλλὰ τὰ ὄμματα ὑμῶν διηνοιγμένα καὶ προανεστηκυῖα ἡ ἀκοὴ σημεῖά μοι δίδωσι τῆς ἔνδοθεν γαλήνης. Εἰς μὲν γὰρ τὸ συνειδὸς ὑμῶν εἰσελθεῖν οὐ δύναμαι· τὰ δὲ ὄμματα ἑστηκότα καὶ μετέωρα γινόμενα φωνὴν ἀφίησιν, ὅτι θόρυβος οὐδεὶς ἔνδον ἐστὶν, ἀλλὰ μᾶλλον βοᾶτε μετὰ προθυμίας· κατάβαλλε τὰ σπέρματα, ὑποδεχόμεθα ὅπερ ἂν καταβάλῃς, διὰ τὴν ἐλπίδα τοῦ καρποῦ· πᾶσαν γὰρ φροντίδα βιωτικὴν ἐξεώσαμεν τῆς διανοίας. ∆ιὰ δὲ τοῦτο καὶ βαθυτέρων ἀεὶ ἅπτομαι νοημάτων, θαῤῥῶν τῇ εὐγενείᾳ τῆς ἀρούρας. Οὐ γὰρ δὴ σοφὸν διδάσκαλον ἡ Γραφὴ ζητεῖ μόνον, ἀλλὰ καὶ συνετὸν ἀκροατήν. ∆ιὰ τοῦτο μακαρίζω μὲν ὑμᾶς, μακαρίζω δὲ καὶ ἐμαυτόν. Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων· καὶ, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Οὐκοῦν εἰς ὑμᾶς τοὺς μετὰ προθυμίας παραγενομένους καταβαλοῦμεν τὰ νοήματα. Οἱ μὲν γὰρ ἄλλοι πάντες νῦν ἐν ἀγοραῖς καὶ βιωτικαῖς φροντίσι κατασήπονται, ὑμεῖς δὲ τῆς γῆς ὑψηλότεροι γινόμενοι, τὰ νοήματα νοερὰ δέχεσθε· κἀκεῖνοι μὲν τῇ δούλῃ δουλεύουσι, τῆς σαρκὸς ἐπιμελούμενοι, ὑμεῖς δὲ τὴν εὐγενῆ καὶ ἐλευθέραν ψυχὴν καλλωπίζοντες, διατηρεῖτε. Ποῦ γὰρ διατρίβεις, ἄνθρωπε, νῦν; Ἐν ἀγορᾷ. Ἵνα τί συναγάγῃς; Βόρβορον καὶ πηλόν. Ἐλθὲ, λάβε μύρον παρ' ἐμοῦ. Τί συνάγεις χρήματα ἀπολλύμενα, φιλαργυρίαν τὴν τύραννον, ἀρχὰς τὰς ἀπολλυμένας, περιουσίαν τῶν βιωτικῶν φροντίδων, τὴν 55.500 νῦν οὖσαν, καὶ αὔριον οὐκ οὖσαν; τί δρέπῃ τὰ ἄνθη, καὶ ἀφίης τὸν καρπόν; τί τρέχεις ὀπίσω τῆς σκιᾶς, καὶ οὐ καταλαμβάνεις τὴν ἀλήθειαν; τί διώκεις τὰ ἀπολλύμενα, καὶ οὐ ζητεῖς τὰ μένοντα; Ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Γέγονας εὔπορος χρήμασι; Καὶ τί τοῦτο πρὸς τὴν ψυχήν; Εὐπορώτερος χρήμασι, καὶ πενέστερος τῇ ψυχῇ, κομᾷς τοῖς φύλλοις, καὶ πένῃ τῷ καρπῷ. Τί ὄφελος; εἰπέ μοι. Ἔλαβες χρήματα, ἃ μέλλεις ἐνταῦθα καταλιμπάνειν· ἔλαβες ἀρχὴν, ἐξ ἧς ἐπιβουλὴ τίκτεται. Ἐλθὲ, ἀπόλαυσον λόγων φιλοσόφων· δαπάνησόν σου τὰ ἁμαρτήματα, ἀνάλωσόν σου τὰ παρανομήματα, καθαρόν σου ποίησον τὸ συνειδὸς, μετάρσιον ποίησον τὸν λογισμόν· γενοῦ ἄγγελος καὶ ἄνθρωπος. Κατάλιπε τῆς σαρκὸς τὴν φύσιν, καὶ λάβε κοῦφον τὸ πτερὸν τῆς ζωῆς, ἀπάλλαξον σαυτὸν τῶν ὁρατῶν, καὶ κρέμασον σεαυτὸν ἐν τοῖς ἀοράτοις. Ἀνάβα εἰς τοὺς οὐρανοὺς, χόρευε μετὰ τῶν ἀγγέλων, παράστηθι τῷ βήματι τῷ ἄνω, τῷ ὑψηλῷ· κατάλιπε τὸν καπνὸν, καὶ τὴν σκιὰν, καὶ τὸν χόρτον, καὶ τὴν ἀράχνην· οὐδὲ γὰρ ὄνομα οἶδα ἄξιον τῆς εὐτελείας ταύτης ἐπιθεῖναι.