1

 2

1

In illud: Homo quidam descendebat

Εἰς τὴν τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου παραβολὴν λέγουσαν, Ἄνθρωπός τις κατέβαινε, καὶ λῃσταῖς περιέπεσεν.

61.755 Ὄντως, κατὰ τὸν θεῖον ἀπόστολον, Οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν

τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον. Ἔδραμε σήμερον ὁ ἱερεὺς, ἔδραμε καὶ Λευίτης, καὶ ὁ Σαμαρείτης μόνος ἔλαβε τὸ βραβεῖον. Τοὺς γὰρ πρὸ αὐτοῦ ἐλθόντας καὶ δραμόντας ἀκόπως δραμὼν παρεπήδησεν· ἃ γὰρ οἱ νομομαθεῖς οὐκ ἐποίησαν, ταῦτα κατώρθωσεν ὁ ἀλλόφυλος. Οἱ μὲν γὰρ ἰδόντες ἐν ἑτέρῳ τὴν οἰκείαν κινδυνεύουσαν φύσιν, τὰ σπλάγχνα ἀπέκλεισαν τῆς συμπαθείας, καὶ τοὺς ὀφθαλμοὺς καμμύσαντες, ὡς στήλην νεκρὰν τὸν κείμενον ὑπερέβησαν, ὡς καί ποτε ὁ πλούσιος πρὸ τῶν θυρῶν αὐτοῦ ἐῤῥιμμένον τὸν Λάζαρον· ὁ δὲ ἄπιστος Σαμαρείτης, πιστότερος δὲ μᾶλλον καὶ τῶν ἱερέων, τῶν οἰκείων ἐπιλαθόμενος πραγμάτων, παρεμυθήσατο τὸν ξένον, καὶ τῆς ἐπειγούσης αὐτὸν χρείας ἐπιλαθόμενος, πρὸς τὴν θεραπείαν τοῦ πεπληγότος ἠπείγετο, καὶ τὸν νόμον οὐκ εἰδὼς, ἐπλήρωσε, πάντα πεποιηκὼς τὰ τοῦ νόμου.

Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ἐργάζωνται, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων. Τί οὖν ὁ εὐαγγελιστής φησιν; Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν, ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων, ἦλθε κατ' αὐτὸν, καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον.

Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια, ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Μάθωμεν οὖν τίς ἐστιν ἡ Ἱερουσαλὴμ, καὶ τίς ἡ Ἱεριχὼ, καὶ τίνες οἱ λῃσταὶ οἷς περιέπεσε, καὶ τί τὸ ἔνδυμα ὃ ἀπέδυσαν αὐτὸν, καὶ τίνες αἱ πληγαὶ ἃς ἐπέθηκαν τῷ ἀνθρώπῳ, καὶ διὰ τί ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα, καὶ τίς ὁ ἱερεὺς, καὶ τίς ὁ Λευίτης, καὶ τίς ὁ Σαμαρείτης, καὶ τί τὸ ἔλαιον, καὶ τίς ὁ οἶνος, καὶ τίνες οἱ ἐπίδεσμοι, καὶ τί τὸ κτῆνος, καὶ τί τὸ πανδοχεῖον, καὶ τίς ὁ πανδοχεὺς, καὶ τί τὰ δύο δηνάρια, καὶ τί τὸ προσανάλωμα ὃ προσεπηγγείλατο προσαποδοῦναι, καὶ τίς ἡ ἐπάνοδος τοῦ Σαμαρείτου. Τίς οὖν ὁ ἄνθρωπος ὁ καταβαίνων ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ; Ἡ Ἱερουσαλήμ 61.756 ἐστιν ὁ παράδεισος, ἡ Ἱεριχὼ, ὁ κόσμος οὗτος· ἄνθρωπος δὲ ὁ καταβαίνων ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, ὁ πρωτόπλαστός ἐστιν Ἀδάμ· ἐκπεσὼν γὰρ ἐκ τοῦ παραδείσου κατῆλθεν εἰς Ἱεριχώ· τουτέστιν, εἰς τὸν κόσμον τοῦτον. Καὶ ἐλθὼν λῃσταῖς περιέπεσε· τουτέστι, τοῖς πονηροῖς δαίμοσι τοῖς φονικωτάτοις· οἳ καὶ ἐκδύσαντες αὐτὸν τὸ ἔνδυμα τῆς ἀθανασίας, ὃ πρὸ τῆς ἁμαρτίας ἐφόρει, ἐνέδυσαν αὐτὸν φύλλα συκῆς. ∆ιὰ τί φύλλα συκῆς; Ὅτι τραχέα εἰσὶ καὶ πικρά.

Ἐπειδὴ δὲ μετὰ τὴν ἁμαρτίαν τραχύτης προσεγένετο αὐτῷ πραγμάτων καὶ πικρία πολλὴ, διὰ τοῦτο ἐνεδύσατο φύλλα συκῆς. Καὶ πληγὰς ἐπιθέντες, τουτέστι,