1

 2

 3

 4

 5

 6

1

In illud: Diligentibus deum omnia cooperantur in bonum

Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, "Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν," καὶ περὶ ὑπομονῆς, καὶ ὅσον τῶν

θλίψεων τὸ κέρδος.

51.165 αʹ. Ὡς διὰ μακροῦ τοῦ χρόνου πρὸς ὑμᾶς παραγενόμενος, οὕτω διάκειμαι

σήμερον. Εἰ γὰρ καὶ οἴκοι καθειργμένος ἐτύγχανον διὰ τὴν τοῦ σώματος ἀῤῥωστίαν, ἀλλ' ὡς μακράν που ἀπῳκισμένος τῆς ὑμετέρας ἀγάπης, οὕτω διεκείμην. Ὁ γὰρ φιλεῖν εἰδὼς ἀκριβῶς, ὅταν μὴ ἐξῇ τῷ φιλουμένῳ συγγίνεσθαι, κἂν τὴν αὐτὴν πόλιν οἰκῇ, τῶν ἐν ἀλλοτρίᾳ διατριβόντων οὐδὲν ἔλαττον διακείσεται. Καὶ τοῦτο ἴσασιν ὅσοι φιλεῖν ἴσασι. Σύγγνωτε τοίνυν ἡμῖν, παρακαλῶ· οὐ γὰρ ἀπὸ ῥᾳθυμίας ἡμῖν ὁ χωρισμὸς οὗτος γέγονεν, ἀλλ' ἀσθενείας σώματος ἦν ἡ σιγή. Καὶ οἶδα μὲν ὅτι χαίρετε νῦν πάντες ὑμεῖς ὅτι ἀπεθέμεθα τὴν ἀῤῥωστίαν· ἐγὼ δὲ χαίρω, οὐχ ὅτι τὴν ἀῤῥωστίαν μόνον ἀπεθέμην, ἀλλ' ὅτι καὶ τὰ ποθούμενα ὑμῶν πρόσωπα πάλιν ὁρᾷν δύναμαι, καὶ ἐντρυφᾷν ὑμῶν τῇ κατὰ Θεὸν ἀγάπῃ. Καὶ καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων, μετὰ τὴν ἀπαλλαγὴν τῆς ἀῤῥωστίας, φιάλας καὶ ποτήρια καὶ ψυχρὰ νάματα ἐπιζητοῦσιν· οὕτως ἐμοὶ πάσης εὐφροσύνης ἡδυτέρα καθέστηκεν ἡ συνουσία ἡ ὑμετέρα, καὶ τοῦτό μοι καὶ ὑγιείας ὑπόθεσις, καὶ εὐφροσύνης ἀφορμή. Φέρε οὖν, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν ἀλλήλους ἀπελάβομεν, ἀποδῶμεν ὑμῖν τὸ χρέος τῆς ἀγάπης, εἴ γε ἔστιν ἀποδοθῆναι τοῦτό ποτε. Τοῦτο γὰρ μόνον τὸ ὄφλημα τέλος οὐκ ἐπίσταται· ἀλλ' ὅσῳ ἀποδίδοται, τοσούτῳ τὸ ὄφλημα ἐπιτείνεται· καὶ καθάπερ ἐπὶ τῶν χρημάτων τοὺς μηδὲν ὀφείλοντας ἐπαινοῦμεν, οὕτως ἐνταῦθα τοὺς πολλὰ ὀφείλοντας μακαρίζομεν.

∆ιὰ τοῦτο καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος Παῦλος γράφων ἔλεγε· Μηδενὶ μηδὲν ὀφείλετε, ἀλλ' ἢ τὸ ἀγαπᾷν ἀλλήλους, βουλόμενος ἡμᾶς τοῦτο τὸ χρέος καὶ ἀεὶ ἀποδιδόναι, καὶ ἀεὶ ὀφείλειν, καὶ μηδέποτε τὴν ὀφειλὴν ταύτην καταλύειν, μέχρις ἂν τὴν παροῦσαν ζωὴν καταλύσωμεν. Ὥσπερ οὖν τὰ χρήματα ὀφείλειν, βαρὺ καὶ ἐπαχθὲς, οὕτω τὸ τὴν ὀφειλὴν ταύτην μὴ ἀεὶ ὀφείλειν, κατηγορίας ἄξιον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο οὕτως ἔχει, ἄκουε τῆς σοφίας τοῦ θαυμαστοῦ τούτου διδασκάλου, ὅπως τὴν παραίνεσιν εἰσήγαγε. Πρότερον γὰρ εἰπών· Μηδενὶ μηδὲν ὀφείλετε· τότε ἐπήγαγεν· Εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους· βουλόμενος πᾶσαν ἡμῶν τὴν ὀφειλὴν ἐνταῦθα κενοῦσθαι, καὶ τοῦτο τὸ χρέος θέλων ἀδιάλυτον μένειν διηνεκῶς. Τοῦτο γάρ ἐστι μάλιστα 51.166 τὸ συγκροτοῦν καὶ συσφίγγον τὴν ζωὴν τὴν ἡμετέραν. Ἐπεὶ οὖν ἔγνωμεν ὅσον τῆς ὀφειλῆς ταύτης τὸ κέρδος, καὶ ὅτι ἐν τῷ ἀποδίδοσθαι μᾶλλον αὔξεται, φέρε, καὶ ἡμεῖς τὴν ὀφειλὴν, ἣν ὀφείλομεν ὑμῖν, οὐκ ἀπὸ ῥᾳθυμίας οὐδὲ ἀπὸ ἀγνωμοσύνης τινὸς, ἀλλ' ἀπὸ τῆς συμβάσης ἀῤῥωστίας, σήμερον, καθ' ὅσον οἷόν τε, ἐκτῖσαι σπουδάζωμεν, μικρά τινα διαλεχθέντες πρὸς τὴν ὑμετέραν ἀγάπην, ὑπόθεσιν τῆς διαλέξεως ποιησάμενοι αὐτὸν τοῦτον τὸν θαυμαστὸν τῆς οἰκουμένης διδάσκαλον· καὶ ἅπερ σήμερον γράφων Ῥωμαίοις διελέγετο, ταῦτα εἰς μέσον ἀγαγόντες ἀναπολήσωμεν, καὶ διὰ μακροῦ τοῦ χρόνου τὴν ἑστίασιν τὴν πνευματικὴν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ. Τίνα δέ ἐστι τὰ ἀναγνωσθέντα, ἀναγκαῖον εἰπεῖν, ἵν' ὑπομνησθέντες τῶν εἰρημένων, μετὰ πλείονος τῆς εὐκολίας δέξησθε τὰ παρ' ἡμῶν λεγόμενα. Οἴδαμεν, φησὶν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.

Τί βούλεται αὐτὸ τοῦτο τὸ προοίμιον; Οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ φθέγγεται ἡ μακαρία αὕτη ψυχὴ, ἀλλὰ κατάλληλα ἀεὶ τοῖς ὑποκειμένοις πάθεσι προσάγει τὰ