1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

1

In epistulam ad Galatas commentarius

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ.

ΚΕΦΑΛΑΙΟΝ Αʹ.

Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλη σίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ

εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Πολλοῦ τὸ προοίμιον γέμει θυμοῦ καὶ μεγάλου φρονήματος· οὐ τὸ προοίμιον δὲ μόνον, ἀλλὰ καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ Ἐπιστολή. Τὸ γὰρ μετ' ἐπιεικείας ἀεὶ τοῖς μαθητευομένοις διαλέγεσθαι, κἂν σφοδρότητος δέωνται, οὐ διδασκάλου, ἀλλὰ λυμεῶνος ἂν εἴη καὶ πολεμίου. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος πολλὰ προσηνῶς τοῖς μαθηταῖς διαλεχθεὶς, ἔστιν ὅπου καὶ αὐστηρότερον κέχρηται τῷ λόγῳ, καὶ νῦν μὲν μακαρίζει, νῦν δὲ ἐπιτιμᾷ. Τῷ γοῦν Πέτρῳ εἰπὼν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, καὶ ἐπαγγειλάμενος τὰ θεμέλια τῆς Ἐκκλησίας ἐπὶ τῆς ὁμολογίας αὐτοῦ καταθήσεσθαι, μετ' οὐ πολὺ τῶν λόγων τούτων φησίν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· καὶ πάλιν ἀλλαχοῦ, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Καὶ τοσοῦτον αὐτοῖς φόβον ἐνέθηκεν, ὡς καὶ τὸν Ἰωάννην εἰπεῖν, ὅτι ὁρῶντες αὐτὸν μετὰ γυναι 61.612 κὸς Σαμαρείτιδος λαλοῦντα, περὶ μὲν τῆς τροφῆς ὑπέμνησαν, Οὐδεὶς δὲ ἐτόλμησεν εἰπεῖν, Τί λαλεῖς, ἢ Τί ζητεῖς μετ' αὐτῆς; Ταῦτα μαθὼν ὁ Παῦλος, ὁ κατ' ἴχνος τοῦ διδασκάλου βαίνων, ἐποίκιλε τὸν λόγον πρὸς τὴν τῶν μαθητευομένων χρείαν, νῦν μὲν καίων καὶ τέμνων, νῦν δὲ προσηνῆ φάρμακα ἐπιτιθείς. Καὶ Κορινθίοις μὲν ἔλεγε· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Γαλάταις δὲ, Ὢ ἀνόητοι Γαλάται· καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον κέχρηται ταύτῃ τῇ ἐπιτιμήσει. Καὶ πρὸς τῷ τέλει δὲ καθαπτόμενος αὐτῶν ἔλεγε, Κόπους μοι μηδεὶς παρεχέτω. Καὶ θεραπεύει δὲ πάλιν, ὡς ὅταν λέγῃ, Τεκνία μου, οὓς πάλιν ὠδίνω· καὶ ἕτερα πολλὰ τοιαῦτα. Ἀλλ' ὅτι μὲν θυμοῦ ἡ Ἐπιστολὴ γέμει, παντί που δῆλον καὶ ἐκ πρώτης ἀναγνώσεως. ∆εῖ δὲ εἰπεῖν τί τὸ παροξῦναν αὐτὸν κατὰ τῶν μαθητῶν· οὐ γὰρ μικρὸν τοῦτο οὐδὲ εὐτελὲς, ἐπεὶ οὐδὲ αὐτὸς τοσαύτῃ ἂν ἐχρήσατο τῇ καταφορᾷ. Τὸ γὰρ ἐπὶ τοῖς τυχοῦσι παροξύνεσθαι, μικροψύχων ἀνδρῶν καὶ σκληρῶν καὶ ταλαιπώρων· ὥσπερ οὖν τὸ ἐπὶ τοῖς μεγάλοις ἀναπίπτειν, νωθροτέρων καὶ ὑπνηλοτέρων. Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος. Τί οὖν τὸ κινῆσαν ἦν 61.613 αὐτὸν ἁμάρτημα; Μέγα καὶ ὑπέρογκον, καὶ ὃ τοῦ Χριστοῦ πάντας αὐτοὺς ἠλλοτρίου, ὡς καὶ αὐτὸς προϊὼν ἔλεγεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· καὶ πάλιν, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Τί ποτ' οὖν τοῦτό ἐστι; δεῖ γὰρ αὐτὸ σαφέστερον ἀναπλῶσαι. Οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, ὁμοῦ μὲν τῇ προλήψει τοῦ Ἰουδαϊσμοῦ κατεχόμενοι, ὁμοῦ δὲ κενοδοξίᾳ μεθύοντες, καὶ βουλόμενοι ἀξίωμα διδασκάλων ἑαυτοῖς περιθεῖναι, ἐλθόντες εἰς τὸ Γαλατῶν ἔθνος ἐδίδασκον, ὅτι δεῖ περιτέμνεσθαι καὶ σάββατα καὶ νουμηνίας