1

 2

 3

 4

 5

 6

 7

1

In ascensionem domini nostri Jesu Christi

Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐλέχθη δὲ ἐν τῷ μαρτυρίῳ τῆς Ῥωμανησίας, ἔνθα μαρτύρων σώματα, ὑπὸ τὸ ἔδαφος κείμενα ἐγγὺς λειψάνων αἱρετικῶν, ἀνηνέχθησαν, καὶ ἄνω κατ' ἰδίαν

ἐτάφησαν.

50.441 αʹ. Καὶ ὅτε τοῦ σταυροῦ μνείαν ἐπετελοῦμεν, ἔξω τῆς πόλεως τὴν ἑορτὴν

ἐπετελέσαμεν, καὶ νῦν ὅτε τοῦ σταυρωθέντος τὴν ἀνάληψιν ἄγομεν τὴν φαιδρὰν ταύτην καὶ ἐξαστράπτουσαν ἡμέραν, ἔξω τῆς πόλεως πάλιν τὴν ἑορτὴν ἐπιτελοῦμεν. Ποιοῦμεν δὲ τοῦτο, οὐχὶ τὴν πόλιν ἀτιμάσαι βουλόμενοι, ἀλλὰ τιμῆσαι τοὺς μάρτυρας σπεύδοντες. Ἵνα γὰρ μὴ ἐγκαλῶσιν ἡμῖν οἱ ἅγιοι οὗτοι, καὶ λέγωσιν· ἡμεῖς οὐκ ἦμεν 50.442 ἄξιοι μίαν ἡμέραν τοῦ ∆εσπότου ἡμῶν ἐν ταῖς ἡμετέραις σκηναῖς ἐπιτελουμένην ἰδεῖν· ἵνα μὴ ἐγκαλέσωσιν ἡμῖν οἱ ἅγιοι οὗτοι καὶ λέγωσιν· ὅτι τὸ μὲν αἷμα ἡμῶν ὑπὲρ αὐτοῦ ἐξεχέαμεν, καὶ τὰς κεφαλὰς ἡμῶν ἀποτμηθῆναι κατηξιώθημεν· τὴν δὲ ἡμέραν τῆς ἑορτῆς αὐτοῦ οὐ κατηξιώθημεν ἰδεῖν ἐν τοῖς ἡμετέροις καταγωγίοις τελουμένην· διὰ ταῦτα τὴν πόλιν ἀφέντες, πρὸς τοὺς πόδας τῶν ἁγίων τούτων ἐδράμομεν, διὰ τῆς παρούσης ἡμέρας, καὶ ὑπὲρ τοῦ χρόνου τοῦ παρελθόντος ἀπολογούμενοι πρὸς αὐτούς.

Εἰ γὰρ καὶ πρὸ τούτου ἔδει πρὸς τοὺς γενναίους τούτους τῆς εὐσεβείας ἀθλητὰς τρέχειν, ὅτε ὑπὸ τὸ 50.443 ἔδαφος ἔκειντο· πολλῷ μᾶλλον νῦν τοῦτο ποιεῖν χρὴ, ὅτε καθ' ἑαυτοὺς οἱ μαργαρῖται, ὅτε ἀπηλλάγη τῶν λύκων τὰ πρόβατα, ὅτε ἀπέστησαν τῶν νεκρῶν οἱ ζῶντες. Αὐτοῖς μὲν γὰρ οὐδὲ πρὸ τούτου βλάβη τις ἦν ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν ταφήν· ὧν γὰρ τὰ πνεύματα ἐν τοῖς οὐρανοῖς, οὐδὲν τὰ σώματα ἐβλάπτετο ἀπὸ τῆς γειτνιάσεως· ὧν ἡ ψυχὴ ἐν τῇ χειρὶ τοῦ Θεοῦ, οὐδὲν τὰ λείψανα ἀπὸ τῆς θέσεως ἔπασχεν. Αὐτοῖς μὲν οὖν οὐδεμία βλάβη ἦν, οὐδὲ πρὸ τούτου· ὁ δὲ λαὸς ἡμῖν οὐ τὴν τυχοῦσαν ζημίαν ὑπέμεινεν ἀπὸ τῶν τόπων, τρέχων μὲν πρὸς τὰ λείψανα τῶν μαρτύρων, μετὰ δὲ ἀμφιβολίας καὶ διακρίσεως ποιούμενος τὰς εὐχὰς διὰ τὸ ἀγνοεῖσθαι τὰς θήκας τῶν ἁγίων, καὶ ποῦ κεῖνται οἱ θησαυροὶ οἱ ἀληθινοί. Καὶ ταυτὸν ἐγίνετο, ὥσπερ ἂν εἰ ποίμνια προβάτων καθαρῶν ἀπολαῦσαι ῥείθρων ἐπειγόμενα ἔρχοιτο μὲν ἐπὶ τὰς πηγὰς τὰς καθαρὰς, βρώμου δέ ποθεν ἐγγύθεν καὶ δυσωδίας ἐμπεσούσης ἀναχαιτίζοιτο πάλιν· οὕτω καὶ ἐπὶ τῆς ποίμνης ταύτης συνέβαινεν. Ἐβάδιζε μὲν ὁ λαὸς πρὸς τὰς καθαρὰς τῶν μαρτύρων πηγάς· αἰσθανόμενος δὲ δυσωδίας αἱρετικῆς ἐγγύθεν ἀνιούσης, ἀνεχαιτίζετο πάλιν. Ὅπερ οὖν συνειδὼς ὁ σοφὸς οὗτος ποιμὴν καὶ κοινὸς διδάσκαλος, ὁ πάντα πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας οἰκονομῶν, οὐκ ἠνέσχετο μέχρι πολλοῦ ταύτην τὴν ζημίαν περιιδεῖν οὗτος ὁ θερμὸς ἐραστὴς καὶ ζηλωτὴς τῶν μαρτύρων. Ἀλλὰ τί ποιεῖ; Θεάσασθε τὴν σοφίαν· τὰ μὲν θολερὰ καὶ δυσώδη ῥεύματα κατέχωσε καὶ ἀπέφραξε κάτω, τὰς δὲ καθαρὰς τῶν μαρτύρων πηγὰς ἐν καθαρῷ χωρίῳ κατέστησε. Καὶ σκοπεῖτε ὅσην καὶ περὶ τοὺς κατοιχομένους τὴν φιλανθρωπίαν ἐπεδείξατο, καὶ περὶ τοὺς μάρτυρας τὴν τιμὴν, καὶ περὶ τὸν λαὸν τὴν κηδεμονίαν.

Περὶ μὲν τοὺς κατοιχομένους φιλανθρωπίαν ἐπεδείξατο, μὴ κινήσας αὐτῶν τὰ ὀστᾶ, ἀλλ' ἀφεὶς ἐπὶ τοῦ τόπου μένειν· περὶ δὲ τοὺς μάρτυρας τιμὴν, ἀπαλλάξας αὐτοὺς τοῦ πονηροῦ γειτονήματος· περὶ δὲ τὸν λαὸν κηδεμονίαν, οὐκ ἀφεὶς αὐτοὺς μετὰ διακρίσεως ποιεῖσθαι τὰς εὐχάς. ∆ιὰ ταῦτα ὑμᾶς ἐνταῦθα ἠγάγομεν, ἵνα φαιδρότερος ὁ σύλλογος γένηται, ἵνα λαμπρότερον τὸ θέατρον, οὐχὶ ἀνθρώπων μόνον, ἀλλὰ καὶ μαρτύρων συλλεγομένων· οὐχὶ μαρτύρων μόνον, ἀλλὰ καὶ