1

 2

 3

1

In Jordanem fluvium

Εἰς τὸν Ἰορδάνην ποταμόν.

61.725 ∆ιὰ τί παρὰ πάντας τοὺς ἐπὶ γῆς ποταμοὺς ἐπὶ τοῦ Ἰορδάνου ποταμοῦ ἐπιτελεῖ Χριστὸς τὸ μυστήριον τοῦ βαπτίσματος; Ἀναγκαῖον ἱστορῆσαι τοῦ ποταμοῦ τὴν φύσιν, ἵνα ἐξ αὐτοῦ μάθῃς τὴν τῆς μυσταγωγίας ἀκολουθίαν. Ὁ Ἰορδάνης παρὰ πάντας τοὺς ποταμοὺς δύο ῥίζας ἔχει πηγῶν· οὐ γὰρ ἀπὸ μιᾶς πηγῆς προέρχεται ὁ Ἰορδάνης. Ἔχει δὲ τὴν μὲν μίαν πηγὴν εἰς τὴν Πανιάδα, τὴν δὲ ἄλλην πλησίον τῆς Πανιάδος· καὶ ἡ μὲν μία πηγὴ καλεῖται Ἰὸρ, ἡ δὲ ἄλλη ∆άν· καὶ κατ' ὀλίγον προερχόμεναι καὶ μεριζόμεναι ἀπ' ἀλλήλων αἱ πηγαὶ, κατά τινα τόπον συνέρχονται ἀλλήλαις, καὶ ἕνα ἀποτελοῦσι ποταμόν.

Ἀπέδωκαν δὲ αὐτῷ οἱ ἀρχαῖοι ὄνομα πρὸς τὰς ῥίζας, Ἰορδάνης, ὁ ἀπὸ τοῦ Ἰὸρ καὶ τοῦ ∆ὰν τεχθεὶς ποταμὸς, παρὰ τὰς ἀρχὰς σχιζομένας ἔχων τὰς ῥίζας, καὶ ἐπὶ τέλει συναπτομένας. Παρὰ πάντας πάλιν τοὺς ποταμοὺς οὗτος εἰς ζῶσαν θάλασσαν οὐ τρέχει, καὶ ὕδωρ αὐτὸν θαλάσσης ζῶν οὐ δέχεται, ἀλλὰ δέχεται αὐτὸν ἡ νεκρὰ θάλασσα. Οὗτος μόνος παρὰ πάντας τοὺς ποταμοὺς νεκροῖς καὶ ἀργοῖς ὕδασι συνάπτεται. Ἔστι δὲ ὁ Ἰορδάνης τοῦ ἡμετέρου θνητοῦ γένους τύπος, καὶ ὅπως ἄκουε. Ἀπ' ἀρχῆς τὸ γένος τὸ ἡμέτερον δύο ἔχει ῥίζας, τὸν Ἀδὰμ ἐκ γῆς πλασθέντα, τὴν Εὔαν ἀπὸ πλευρᾶς προελθοῦσαν· καὶ οὐκ ἔστιν εἷς τόπος καὶ εἷς τρόπος τῆς καταστάσεως. Ὁ μὲν γὰρ ἀπὸ γῆς ἐπλάσθη, πηγὴν ἔχων τὴν γῆν· ἡ δὲ ἀπὸ πλευρᾶς ἐγένετο, ῥίζαν ἔχουσα τὴν πλευράν· ἄλλη ἀρχὴ ἐκείνου, καὶ ἄλλη ταύτης. Καὶ ἦσαν ἀπ' ἀλλήλων τέως μεριζόμενοι κατὰ τὸν τρόπον τῆς διαπλάσεως· συνῆλθον δὲ εἰς συνάφειαν γαμικὴν, ἀπετελέσθη τὸ ἐξ ἀμφοτέρων ἓν σῶμα, καὶ οὐκέτι οἱ τικτόμενοι ἢ ἀπὸ πλευρᾶς ἢ ἀπὸ γῆς, ἀλλ' ἀπὸ συνουσίας ἐτίκτοντο. Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν.

Τοῦτο γοῦν τὸ ἡμέτερον πλάσμα, δραμὸν εἰς ἀκολουθίαν φύσεως, τέλος ἔσχε τὸν θάνατον. Ἤρξατο μὲν ἡμῶν τὸ πλάσμα ἀπὸ γῆς, καὶ ἔληγεν εἰς θάνατον· καὶ ἐδέξατο τὸ πλάσμα τοῦτο ἡ νεκρὰ θάλασσα, ὁ βαθὺς, ὁ καταχθόνιος, ἡ ἄβυσσος τῶν νεκρῶν. Ὃ γάρ ἐστι νεκρὰ θάλασσα τοῖς ζῶσιν ὕδασι, τοῦτό ἐστιν ὁ ᾅδης τοῖς ἀποθνήσκουσι. ∆ιὸ λέγει Παῦλος· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς καταβήσεται εἰς τὸν ᾅδην; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Περὶ τοῦτον οὖν τὸν Ἰορδάνην τὸν ἀπὸ ζωσῶν πηγῶν προερχόμενον, καὶ εἰς νεκρὰν θάλασσαν καταλήγοντα, πᾶσα ἡ τοῦ Θεοῦ ἐπετελεῖτο θαυματουργία, ἵνα μηκέτι τὸ ζῶν ὕδωρ τρέχῃ πρὸς θάνατον. Τρίτον αὐτὸν τὸν Ἰορδάνην διέκοψεν ὁ Θεὸς, ὡς μηκέτι αὐτῷ τὴν ἀκολουθίαν εἶναι εἰς τὴν νεκρὰν θάλασσαν, ἀλλ' ἀνατρέχειν ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας. Ἐτμήθη ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ· ἐτμήθη καὶ ἐπὶ Ἠλία, ὅτε τῇ μηλωτῇ αὐτὸν ἔτεμεν· ἐτμήθη ὑπὸ Ἑλισσαίου, ὅτε ὑποστρέφων ἔτεμεν αὐτόν. Πρῶτος Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔτεμε τὸν Ἰορδάνην· καὶ ὅπως ἔτεμεν, ἄκουε. Οὐκ ἔστητε τὰ ῥεῖθρα τῶν πηγῶν, ἀλλ' ἀπέστρεψε τὸ ὕδωρ εἰς τὰ ὀπίσω, ὡς μαρτυρεῖ ὁ ψαλμῳδὸς λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ δὲ ὀπίσω ἦσαν αἱ πηγαί. Ἀναχαιτίζων τοίνυν ὁ Σωτὴρ τὸ γένος τὸ ἡμέτερον τὸ τρέχον εἰς θάνατον, ποιεῖ μηκέτι τρέχειν εἰς θάνατον, ἀλλ' ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας ἐπανιέναι, οὐκ εἰς τὴν νεκρὰν θάλασσαν καταλήγειν. Ἀποκαθίσταται τοίνυν ἡ θνητὴ φύσις εἰς τὸ ἀρχαῖον σχῆμα.

Οὔτε εἷς δὲ φαίνεται τεμὼν τὸν Ἰορδάνην ἄνευ τινὸς συμβόλου. Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔχων κιβωτὸν ἔτεμεν. Ἠλίας ἔχων μηλωτήν. Ἑλισσαῖος ἔχων πάλιν τὴν