1

 2

 3

 4

 5

 6

 7

1

Homilia dicta in templo sanctae Anastasiae

ΟΜΙΛΙΑ Ζʹ. 63.493

Ὁμιλία λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας.

αʹ. Βραχὺς μὲν τῶν παρόντων ὁ σύλλογος, μέγας δὲ ὁ πόθος· διόπερ οὐδὲ ὁ σύλλογος βραχύς. Οὐ γὰρ πλήθη σωμάτων ἐπιζητοῦμεν, ἀλλὰ γνώμην παρεσκευασμένην, διάνοιαν ἐπτερωμένην, ἀκροατὴν ὑψηλότερον γινόμενον τῶν βιωτικῶν ἁπάντων· κἂν εἷς ὁ τοιοῦτος ᾖ, ἱκανὸς ἐπαρκέσαι τῷ λέγοντι· ἐπεὶ καὶ ἡ Σαμαρεῖτις γυνὴ καὶ πτωχὴ ἦν καὶ ἐναγὴς καὶ ἀλλόφυλος, καὶ ὅμως ἀξία τῶν μακρῶν ἐκείνων ἐνομίσθη λόγων εἶναι τῷ τῆς οἰκουμένης ∆εσπότῃ· καὶ δήμους μὲν παρέδραμεν Ἰουδαϊκοὺς πολλάκις, ἢ μὴ διαλεγόμενος, ἢ συσκιάζων τὴν διάλεξιν· γυναικὶ δὲ βαρβάρῳ, καὶ πέντε ἄνδρας ἐχούσῃ, καὶ ἕκτῳ παρανόμως συνοικούσῃ, μόνῃ διελέγετο, τοὺς μαθητὰς ἐπίτηδες εἰς τὴν ἀγορὰν πέμψας, ἵνα μὴ πτοήσῃ τὴν ἄγραν. Τοσαύτη καὶ μιᾶς ψυχῆς τῷ ∆εσπότῃ τῆς οἰκουμένης πρόνοια, μόνον ἐὰν γνώμην καὶ προθυμίαν ἐπιδεικνύντας τῇ ἀκροάσει τῶν λεγομένων ἐπιτηδείαν εὕρῃ· ὅπερ καὶ ἐκείνη τότε παρέσχετο.

Ἀπὸ γοῦν πόρνης εὐαγγελίστρια γέγονε, μετὰ τοὺς ἐλέγχους ἐκείνους βοῶσα καὶ λέγουσα· ∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Ἐξεπόμπευσεν αὐτῆς τὸν βίον, καὶ εἰς μέσον ἤγαγε τὰ πεπλημμελημένα, λέγων· Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Ἀλλ' οὐκ ἔπληξεν αὐτὴν ὁ ἔλεγχος, ἀλλὰ μᾶλλον πρὸς οἰκείωσιν ἐπεσπάσατο. Τοιοῦτον γὰρ αἱ γενναῖαι ψυχαί· ὑφ' ὧν ἕτεροι σκανδαλίζονται, ὑπὸ τούτων ἐκεῖναι διορθοῦνται. Εἰ μὲν γάρ τις ἦν ἑτέρα [ἑταίρα] τῶν ἀγνωμόνων, κἂν ἐπλήγη τοῖς ἐλέγχοις, κἂν ἀπεπήδησε, κἂν εἰς ὀργὴν διηγέρθη καὶ ἀγανάκτησιν· αὕτη δὲ μετὰ τὴν κατηγορίαν μᾶλλον οἰκειοῦται τῷ διδασκάλῳ, καὶ περὶ μειζόνων αὐτὸν ἐρωτᾷ θεωρημάτων· εἶπε γὰρ, ὅτι Θεωρῶ, ὅτι προφήτης εἶ σύ· καὶ ἀπὸ τῆς γνώσεως τῶν οἰκείων κακῶν αὐτὸν μαθοῦσα θαυμάζει μειζόνως καὶ πυνθάνεται. Ταῦτα ψυχῆς ἦν βουλομένης φιλοσοφεῖν. Οὐδὲ γὰρ ἐρωτᾷ τι περὶ βιωτικοῦ πράγματος, οὐδὲ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ ὑγείας σώματος, οὐδὲ ὑπὲρ πενίας ἀπαλλαγῆς, καίτοι ἐσχάτῃ συζῶσα πτωχείᾳ, ἀλλὰ περὶ τῶν νόμων τῶν ἱερῶν, καὶ περὶ πολιτείας προγόνων, καὶ λατρείας πατέρων, λέγουσα· Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ πῶς ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ἔνθα χρὴ προσκυνεῖν; Καὶ ἐν προοιμίοις δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ λέγουσα· Πῶς σὺ αἰτεῖς παρ' ἐμοῦ πιεῖν οὔσης γυναικὸς Σαμαρείτι 63.494 δος; οὕτω μεμεριμνημένην εἶχε ψυχὴν, καὶ ἐπιτηδείαν σωθῆναι. ∆ιὰ δὴ τοῦτο καὶ ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, γῆν εὑρὼν λιπαρὰν, δαψιλεῖ τῇ χειρὶ τὰ σπέρματα κατέβαλε, κατὰ μικρὸν αὐτὴν ἀναβιβάζων. Ταῦτα δή μοι ἅπαντα εἴρηται, ἵνα μάθητε ὅτι οὐκ ἔστιν ἡμῖν βραχὺς ὁ σύλλογος. Εἰ γὰρ ἐκεῖ μία γυνὴ ἀρκοῦν ἐγένετο θέατρον, πολλῷ μᾶλλον ἡμεῖς τοσούτους μὲν ἄνδρας, τοσαύτας δὲ γυναῖκας ὁρῶντες μετὰ τοσαύτης προθυμίας, οὐκ ἀποκνήσομεν, ἀλλὰ τῇ συνήθει χρησόμεθα διδασκαλίᾳ.

Εἰ γὰρ ὁ τῶν ἀγγέλων ∆εσπότης, ὃν τὰ Χερουβεὶμ φρίττει, οὐ παρῃτήσατο πόρνῃ γυναικὶ διαλεχθῆναι μόνῃ, τίνα ἂν σχοίημεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην, τοσοῦτον παρατρέχοντες σύλλογον; Φέρε οὖν τὴν συνήθη πάλιν τράπεζαν ὑμῖν κατασκευάσωμεν, καὶ τὸν κρατῆρα στήσωμεν, καὶ τὸν ἄκρατον ἐκχέωμεν, συμπόσιον ἐργαζόμενοι πνευματικόν. Τὰ γὰρ δὴ κρέα ταῦτα οὐ διαῤῥήγνυσι γαστέρα, ἀλλὰ τειχίζει διάνοιαν· ὁ οἶνος οὗτος οὐ παράφρονα ποιεῖ τὸν