1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

De proditione Judae

ΕΙΣ ΤΗΝ ΠΡΟ∆ΟΣΙΑΝ ΤΟΥ ΙΟΥ∆Α, Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Τῇ ἁγίᾳ καὶ

μεγάλῃ Πέμπτῃ.

Ὁμιλία αʹ.

αʹ. Ὀλίγα ἀνάγκη σήμερον πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν· ὀλίγα δὲ ἀνάγκη εἰπεῖν, οὐκ ἐπειδὴ τῷ πλήθει τῶν λεγομένων ὑμεῖς βαρύνεσθε· οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν εὑρεῖν οὕτως ἐρωτικῶς πρὸς τὴν ἀκρόασιν τῶν πνευματικῶν λογίων διακειμένην. Οὐ τοίνυν διὰ τοῦτο ὀλίγα λέγομεν, ἐπειδὴ ἀποκναίομεν ὑμᾶς τῷ πλήθει, ἀλλ' ἐπειδὴ ἀναγκαία τῆς βραχυλογίας σήμερον ἡ αἰτία· καὶ γὰρ ὁρῶ πολλοὺς τῶν πιστῶν ἐπειγομένους πρὸς τὴν τῶν φρικτῶν μυστηρίων κοινωνίαν. Ἵν' οὖν μήτ' ἐκείνης τῆς τραπέζης ἀποτύχωσι, μήτε ταύτης ἐκπέσωσιν, ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν, ἵν' ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται, καὶ ἀπὸ ταύτης ἐφοδιασθέντες καὶ τῶν παρ' ἡμῶν λόγων, οὕτως ἀπέλθητε, καὶ μετὰ φόβου καὶ τρόμου καὶ τῆς προσηκούσης εὐλαβείας τῇ φοβερᾷ καὶ φρικτῇ προσέλθητε κοινωνίᾳ. Σήμερον, ἀγαπητοὶ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη· τῇ γὰρ ἐπιούσῃ ἑσπέρᾳ ταύτῃ, λαβόντες αὐτὸν, ἀπῆλθον οἱ Ἰουδαῖοι. Ἀλλὰ μὴ γένῃ κατηφὴς, ἀκούσας ὅτι Ἰησοῦς παρεδόθη· μᾶλλον δὲ γενοῦ κατηφὴς, καὶ κλαῦσον πικρῶς, ἀλλὰ μὴ ὑπὲρ τοῦ παραδοθέντος Ἰησοῦ, ἀλλ' ὑπὲρ τοῦ προδότου Ἰούδα. Ὁ μὲν γὰρ παραδοθεὶς τὴν οἰκουμένην ἔσωσεν, ὁ δὲ προδοὺς τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε· καὶ ὁ μὲν προδοθεὶς ἐν δεξιᾷ κάθηται τοῦ Πατρὸς ἐν τοῖς οὐρανοῖς, ὁ δὲ παραδοὺς ἐν ᾅδου νῦν ἐστι, τὴν ἀπαραίτητον ἀναμένων κόλασιν. ∆ιὰ τοῦτον οὖν κλαῦσον καὶ στέναξον, διὰ τοῦτον πένθησον, ἐπειδὴ καὶ ὁ ∆εσπότης ἡμῶν διὰ τοῦτον ἐδάκρυσεν. Ἰδὼν γὰρ αὐτὸν, φησὶν, ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Ὢ πόση εὐσπλαγχνία τοῦ ∆εσπότου! ὁ προδοθεὶς ὑπὲρ τοῦ προδόντος ἀλγεῖ. Ἰδὼν γὰρ αὐτὸν, ἐταράχθη, φησὶ, καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Τίνος ἕνεκεν ἠθύμησεν; Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος, καὶ διδάσκων ἡμᾶς, ὅτι οὐ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακῶς, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον. Τοῦτο γὰρ ἐκείνου χεῖρον, μᾶλλον δὲ ἐκεῖνο μὲν οὐ κακὸν, τὸ κακῶς παθεῖν, κακὸν δὲ τὸ ποιῆσαι κακῶς. Τὸ μὲν γὰρ κακῶς παθεῖν, τὴν βασιλείαν τῶν οὐρανῶν προξενεῖ, τὸ δὲ κακῶς ποιῆσαι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολάσεως γίνεται. Μακάριοι γὰρ, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία 49.374 τῶν οὐρανῶν. Ὁρᾷς πῶς τὸ κακῶς παθεῖν ἔχει μισθὸν καὶ ἔπαθλον τὴν βασιλείαν τῶν οὐρανῶν; Ἄκουσον πῶς τὸ κακῶς ποιῆσαι κόλασιν φέρει καὶ τιμωρίαν. Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων, ὅτι Τὸν Κύριον ἀπέκτειναν, καὶ τοὺς προφήτας ἐδίωξαν, ἐπήγαγεν· Ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Εἶδες πῶς οἱ μὲν διωκόμενοι τὴν βασιλείαν λαμβάνουσιν, οἱ δὲ διώκοντες τὴν ὀργὴν κληρονομοῦσι; Ταῦτα δέ μοι οὐχ ἁπλῶς νῦν εἴρηται, ἀλλ' ἵνα μὴ τοῖς ἐχθροῖς ὀργιζώμεθα, ἀλλ' ἐλεῶμεν αὐτοὺς καὶ θρηνῶμεν καὶ συναλγῶμεν αὐτοῖς· ἐκεῖνοι γάρ εἰσιν οἱ κακῶς πάσχοντες, οἱ ἐχθραίνοντες ἡμῖν. Ἂν οὕτω παρασκευάσωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, δυνησόμεθα αὐτῶν καὶ ὑπερεύχεσθαι. ∆ιὰ γὰρ τοῦτο τετάρτην ἡμέραν ταύτην ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος, τῇ συνεχείᾳ τῆς παραινέσεως ῥιζωθείς. ∆ιὰ τοῦτο συνεχῶς ἀπαντλοῦμαι τοῖς ῥήμασιν, ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι, καὶ κατασταλῆναι τὴν φλεγμονὴν, ὥστε καθαρὸν ὀργῆς εἶναι τὸν