1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

De perfecta caritate

ΧΡΥΣΟΣΤΟΜΟΥ Περὶ τελείας ἀγάπης, καὶ τῆς κατ' ἀξίαν τῶν ἔργων ἀνταποδόσεως, καὶ περὶ κατανύξεως.

αʹ. Πᾶσα πρᾶξις ἀγαθὴ καρπὸς ἀγάπης ἐστί· διὸ καὶ πολὺς περὶ αὐτῆς ὁ λόγος, τοῦ μὲν Χριστοῦ λέγοντος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· τοῦ δὲ Παύλου βοῶντος· Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ὡς ὀφείλοντας ἀλλήλοις. Ὡς γὰρ τῷ σώματι τὴν τροφὴν ἀεὶ μὲν ὀφείλομεν αὐτῷ, ἀεὶ δὲ ἀποδίδομεν πάσῃ γὰρ ἡμῶν τῇ ζωῇ τὸ τοιοῦτον συνεκτείνεται χρέος· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης διδάσκει ποιεῖν· μᾶλλον δὲ καὶ πολλῷ πλέον, ὅσῳ καὶ πρὸς αἰώνιον ὁδηγεῖ ζωὴν, καὶ συμπαραμένει τοῖς ἔχουσιν αὐτήν. Μένει γὰρ, φησὶ, τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη. Οὐ μόνον δὲ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων διδασκόμεθα ταύτην. Καὶ πρῶτον μὲν διὰ τοῦ τρόπου τῆς ἡμετέρας κατασκευῆς. Ἕνα γὰρ πλάσας ὁ Θεὸς ἄνθρωπον, ἐξ αὐτοῦ πάντας προσέταξε γενέσθαι, ἵνα πάντες ἀλλήλους ὡς ἕνα νομίζωμεν, καὶ ἐν ἀγάπῃ πρὸς ἀλλήλους διάγειν σπουδάζωμεν. Ἔπειτα καὶ διὰ τῆς τῶν συναλλαγμάτων ἐπιμιξίας σοφῶς ἡμῖν τὸ φιλάλληλον ἐπραγματεύσατο· καὶ πῶς, ἄκουε. Πολλῶν πλήσας τὴν οἰκουμένην ἀγαθῶν, ἔδωκεν ἑκάστῃ χώρᾳ πάλιν ἰδιάζουσαν ἐπιτηδειότητα καρπῶν, ἵνα διὰ τὸ τῆς χρείας ἀναγκαῖον πρὸς ἀλλήλους βαδίζοντες, καὶ τῶν περιττευόντων μεταδιδόντες, καὶ τῶν λειπόντων ἡμῖν ἀντιλαμβάνοντες, ἀγαπῶμεν τὸ ὁμόφυλον. Τοῦτο καὶ ἐφ' ἑκάστου πεποίηκεν ἀνθρώπου. Οὐ γὰρ πάντα πᾶσιν ἔδωκεν εἰδέναι, ἀλλὰ τῷ μὲν ἰατρικὴν, τῷ δὲ τεκτονικὴν, καὶ ἄλλῳ ἄλλην, ἵνα χρῄζοντες 56.280.10 ἀλλήλων, ἀγαπῶμεν ἀλλήλους. Καὶ ἐν τοῖς πνευματικοῖς δὲ πάλιν τὸ αὐτὸ γινόμενον ἴδοι τις ἂν, ὥς φησιν ὁ Παῦλος, ὅτι Τῷ μὲν δίδοται λόγος σοφίας, τῷ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ἀλλ' οὐδὲν τῆς ἀγάπης ἀνώτερον· διὸ καὶ πάντων αὐτὴν προέθηκεν, οὕτως εἰπών· Ἐὰν δὲ ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ τὸν ὑπὲρ εὐσεβείας θάνατον οὐδὲν ἔχειν ἀποφαίνεται κέρδος, μὴ προσούσης ἀγάπης. Οὐ μάτην δὲ τοσαῦτα περὶ αὐτῆς εἴρηκεν· ᾔδει γὰρ, ᾔδει σαφῶς, ἅτε γεωργὸς τῶν ἐντολῶν τοῦ Θεοῦ, ὅτι, ταύτης ἐῤῥιζωμένης ἀσφαλῶς, ὁ τῶν ἀγαθῶν ἁπάντων βλαστάνει καρπός. Τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ τί χρὴ τὰ μικρὰ λέγειν, τὰ μεγάλα σιωπῶντας; ∆ι' ἀγάπην κατῆλθε πρὸς ἡμᾶς ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ, καὶ ὁμόσκηνος καὶ ὁμοδίαιτος τοῖς ἀνθρώποις γέγονεν, ἵνα τὴν πολύθεον καταλύσας πλάνην, καὶ τὴν ἀληθῆ καταγγείλας θεογνωσίαν, τὴν πρὸς ἀλλήλους ἀγάπην διδάξῃ τοὺς ἀνθρώπους, καθὼς Ἰωάννης μαρτυρεῖ λέγων· Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὑπὸ ταύτης ἐκκαιόμενος ὁ Παῦλος τὴν οὐράνιον ἀφῆκε φωνὴν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγά56.281 πης τοῦ Χριστοῦ; λέγων· θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καταφρονήσας δὲ τούτων ὡς εὐτελῶν, καὶ τὰ