1

 2

 3

 4

1

De eleemosyna

ΟΜΙΛΙΑ Γʹ. Περὶ ἐλεημοσύνης, καὶ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον.

64.433 Αʹ. Μεγάλη τῆς ἐλεημοσύνης ἡ εὐεργεσία. Οὐδὲν ἄλλο ἐξισάζεται τῇ ἐλεημοσύνῃ. Οὐδεμία ἀρετὴ ἐξισχύει οὕτως ἐξαλεῖψαι ἁμαρτίας. ∆ιὰ τοῦτο καὶ ἡ θεία Γραφή φησιν· Ὁ ἐλεῶν πτωχῷ, δανείζει Θεῷ. Ἐὰν δανείσῃς ἀνθρώπῳ χρυσίον, δεσμεύει τοῖς τραύμασι καὶ τοῖς γράμμασιν. Ἐπὶ δὲ Θεοῦ οὐκ ἔστιν οὕτως. Ἀλλὰ τοῖς μαρτυρίοις διδοῖς, τοῖς πένησιν, καὶ ὁ Θεὸς προσκαλεῖ ἀποδοῦναι τὸ δάνειον. Ἂ ἐδάνεισας τῷ πένητι, σπεύδει λῦσαι τὴν ἐγγύην, καὶ οὐχ ἁπλῶς ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλογίας ἀποδιδοῖ λέγων· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἄνθρωπον ἐὰν δανείσῃς, οὐκ, ἔστιν ὅτε, ἀποδίδωσι δάνειον, οὐδὲ τὸ πρόσωπόν σου θέλει ἰδεῖν· ὁ Θεὸς δανεισάμενος ἀντὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, καὶ τῶν πενήτων, οὐκ ἀποδίδωσι τὸ δάνειον καὶ ἀποπέμπει, ἀλλὰ καὶ συγκληρονόμους ποιεῖ τοὺς δανειστὰς, λέγων· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πότε ἡτοίμασεν ὁ Κύριος; Πότε; ὅτε σὺ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς μαρτυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων ἐπετέλεις, ὅτε σὺ τοῖς πένησιν τὸν ἄρτον ἐδάνειζες, 64.436 ὅτε σὺ τοὺς πτωχοὺς εἰς τὸν οἶκόν σου ἐδέχου, ὅτε σὺ τοὺς πτωχοὺς περιετίθεις ἱμάτιον, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου, ὅτε σὺ ταῦτα ἐποίεις, ἐγὼ τὴν βασιλείαν ἡτοίμαζον. Βʹ. Καὶ βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, ὅτι οὐδεμία ἀρετὴ ἐγκρίνεται αὐτῆς. Οὐκ εἶπεν γὰρ, ὅτι Παρθενίαν δι' ἐμὲ ἐφυλάξατε· οὐδὲν τούτων εἶπεν. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μεγάλη καὶ ἡ παρθενία, καὶ ἡ νηστεία, καὶ αἱ λοιπαὶ ἀρεταί· ἀλλὰ τῆς ἐλεημοσύνης ἔλαττον τυγχάνουσαι. Ἐφύλαξαν καὶ πέντε παρθένοι αἱ μωραὶ παρθενίαν· ἀλλ' ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, ἔμειναν ἔξω τοῦ νυμφῶνος. Αἱ γὰρ πέντε φρόνιμοι μετὰ τῆς παρθενίας καὶ ἐλεημοσύνην εἶχον· διὰ τοῦτο εἰσῆλθον εἰς τὸν νυμφῶνα. Αἱ δὲ πέντε μωραὶ τὴν παρθενίαν μόνον ἐφύλαξαν προσδοκῶσαι δι' ἐκείνης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐδὲν ἄλλο ἐκτήσαντο, οὐδὲ ἐλεημοσύνην, οὐδ' ἕτερόν τι. ∆ιὰ τοῦτο καὶ ὁ Κύριός φησιν πρὸς αὐτάς· Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. ∆ιὰ τοῦτο καὶ μωραὶ ἐκλήθησαν, ὅτι τὴν παρθενίαν μόνον ἐφύλαξαν, καὶ ἐλεημοσύνην οὐκ ἐποίησαν. Γʹ. Ὥσπερ γὰρ ἐάν τις ἅψῃ λύχνον, καὶ μὴ ἐμβάλῃ τὸ ἔλαιον, σβέννυται· οὕτως καὶ ἐὰν κτήσηται παρθενίαν, καὶ μὴ τῷ ἐλαίῳ τῆς ἐλεημοσύνης θρέψῃ τὸν πένητα, οὐδὲν ἐκέρδησεν. Μεγάλη τῆς ἐλεημοσύνης ἡ πραγματεία. Ἐὰν ἐπιθυμῇς ἀγοράσαι ἱμάτιον ἢ βόας, ἐπαίρεις δαπάνας καὶ χρυσίον, καὶ πορεύῃ εἰς πανήγυριν, καὶ καυσούμενος ἐνίοτε πεινᾷς καὶ διψᾷς. Καὶ ταῦτα πάντα ὑπομένων, μόλις δύνασαι τοῦ σκοποῦ τυχεῖν· καὶ ὅταν ἐπιτύχῃς, οὐχ ὡς θέλεις δώσει ὁ πωλῶν, ἀλλ' ὡς αὐτὸς ἀρέσκεται. Ὀμνύεις σὺ, Οὐκ ἀγοράζω τοσούτου· ὀμνύει ἐκεῖνος, Οὐκ ἐπιπράσκω τοσούτου. Καὶ γίνεται ἀνὰ μέσον ὑμῶν πρώτη ἁμαρτία, καθὼς εἶπεν Σολομὼν, ὅτι· Ἀνὰ μέσον πράσεως καὶ ἀγορᾶς γενήσεται ἡ ἁμαρτία. Ἀνάγκη γὰρ τὸν ἕνα ἐπιορκῆσαι, ἢ τοὺς δύο. Πολλάκις γὰρ οὔτε ὁ ἀγοράζων ἐνὶ ῥήματι, οὔτε ὁ πωλῶν. Καὶ ὅτε μετὰ τοσούτου κόπου κτῆσθαι ὃ ποθεῖς, οὐκ ἔχεις τὸ ἀσφαλές. Πολλάκις γὰρ πρὸ τοῦ φθάσαι