1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

De decem millium talentorum debitore

ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ Τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος, καὶ τὰ ἑκατὸν δηνάρια ἀπαιτοῦντος, καὶ ὅτι παντὸς ἁμαρτήματος τὸ μνησικακεῖν χεῖρον.

51.17 αʹ. Ὡς ἐκ μακρᾶς ἀποδημίας ἐπανελθὼν πρὸς ὑμᾶς, οὕτω διάκειμαι τήμερον· τοῖς γὰρ φιλοῦσιν, ὅταν μὴ δύνωνται συγγενέσθαι τοῖς φιλουμένοις, οὐδὲν ὄφελός ἐστι τῆς παρουσίας. ∆ιά τοι τοῦτο καὶ ἡμεῖς ἐνδημοῦντες, τῶν ἀποδημούντων οὐδὲν ἄμεινον διακείμεθα, ἐπειδὴ τὸν παρελθόντα χρόνον διαλεχθῆναι πρὸς ὑμᾶς οὐκ ἰσχύσαμεν· ἀλλὰ σύγγνωτε· οὐδὲ γὰρ ῥᾳθυμίας, ἀλλὰ ἀσθενείας ἦν ἡ σιγή. Ὑμεῖς μὲν οὖν χαίρετε νῦν, ἐπειδὴ τῆς ἀῤῥωστίας ἀπηλλάγημεν· ἐγὼ δὲ χαίρω, ἐπειδὴ τὴν ὑμετέραν ἀπέλαβον ἀγάπην. Ἐπεὶ καὶ ἡνίκα ἠσθένουν, τῆς νόσου μοι χαλεπώτερον ἦν τὸ μὴ δύνασθαι τοῦ ἀγαπητοῦ τούτου μετέχειν συλλόγου· καὶ νῦν ἐπειδὴ τὴν ἀῤῥωστίαν ἀπεθέμην, τῆς ὑγιείας μοι ποθεινότερον γέγονε τὸ μετὰ ἀδείας ἔχειν ἐντρυφᾷν ὑμῶν τῇ ἀγάπῃ. Οὐδὲ γὰρ οὕτω πυρετὸς σώματος φύσει κατακαίειν εἴωθε τοὺς πυρέττοντας, ὡς τὰς ἡμετέρας ψυχὰς τὸ κεχωρίσθαι τῶν φιλουμένων· καὶ καθάπερ ἐκεῖνοι φιάλας καὶ ποτήρια καὶ ψυχρὰ νάματα ἐπιζητοῦσιν, οὕτως οὗτοι τῶν ποθουμένων τὰς ὄψεις. Ἴσασι ταῦτα καλῶς ὅσοι φιλεῖν εἰώθασι. Φέρε οὖν, ἐπειδὴ τὴν ἀῤῥωστίαν ἀπεθέμεθα, πάλιν ἀλλήλων ἐμφορηθῶμεν, εἴγε δυνατὸν ἐμφορηθῆναί ποτε· ἡ γὰρ τῆς ἀγάπης φύσις κόρον οὐκ οἶδεν, ἀλλ' ἀεὶ τῶν ἀγαπωμένων ἀπολαύουσα, πρὸς μείζονα αἴρεται φλόγα. Καὶ τοῦτο ὁ τῆς ἀγάπης τρόφιμος Παῦλος εἰδὼς ἔλεγε· Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Τοῦτο γὰρ μόνον τὸ ὄφλημα ἀεὶ μὲν καταβάλλεται, οὐδέποτε δὲ ἀποδίδοται. Ἐνταῦθα τὸ διηνεκῶς ὀφείλειν καλὸν καὶ ἐπαίνων ἄξιον. Ἐπὶ μὲν γὰρ τῶν χρημάτων τοὺς μηδὲν ὀφείλοντας ἐπαινοῦμεν, ἐπὶ δὲ τῆς ἀγάπης τοὺς διηνεκῶς ὀφείλοντας ἀποδεχόμεθα καὶ θαυμάζομεν· καὶ ὅπερ ἀγνωμοσύνης ἐκεῖ, τοῦτο ἐνταῦθα εὐγνωμοσύνης σημεῖόν ἐστι, τὸ μηδέποτε διαλύεσθαι τὸ τῆς ἀγάπης ὄφλημα. Μὴ δυσχεράνητε δὲ πρὸς τὸ μῆκος τῶν μελλόντων ῥηθήσεσθαι· καὶ γὰρ κιθαρῳδίαν ὑμᾶς τινα θαυμαστὴν διδάξαι βούλομαι, οὐχὶ λύραν νεκρὰν μεταχειρισάμενος, ἀλλὰ τὰς τῶν Γραφῶν ἱστορίας καὶ τὰς τοῦ Θεοῦ ἐντολὰς ἀντὶ νευρῶν ἀνατείνας. Καὶ καθάπερ κιθαρῳδοὶ τοὺς δακτύλους τῶν μαθητευομένων λαμβάνοντες, ἠρέμα τοῖς φθόγγοις προσάγουσι, καὶ διαψηλαφᾷν μετ' ἐμπειρίας διδάσκοντες, ἐκ τῶν ἀφώνων φθόγγων τε καὶ νευρῶν πάσης φωνῆς ἡδίω καὶ γλυκυτέραν παιδεύουσι κατασκευά 51.18 ζειν φωνήν· οὕτω δὴ καὶ ἡμεῖς ποιήσομεν, ἀντὶ δακτύλων τὴν διάνοιαν ὑμῶν μεταχειρισάμενοι, καὶ ταῖς ἐντολαῖς τοῦ Θεοῦ προσαγαγόντες, μετ' ἐμπειρίας αὐτῶν ἅπτεσθαι παρακαλέσομεν τὴν ὑμετέραν ἀγάπην, οὐχ ἵνα ἀνθρώπων θέατρον, ἀλλ' ἵνα τῶν ἀγγέλων τὸν δῆμον διὰ ταύτης τῆς ἡδονῆς ἀναστήσητε. Οὐ γὰρ ἀρκεῖ τὰ θεῖα λόγια ἐπελθεῖν μόνον, ἀλλὰ δεῖ καὶ τῆς ἀπὸ τῶν ἔργων ἐπιδείξεως. Καὶ καθάπερ ἐπὶ τῆς κιθάρας ἅπτεται μὲν ὁ τεχνίτης τῶν νευρῶν, ἅπτεται δὲ καὶ ὁ ἄτεχνος, ἀλλ' ὁ μὲν λυπεῖ τὸν ἀκροατὴν, ὁ δὲ ψυχαγωγεῖ καὶ τέρπει, καίτοι γε οἱ αὐτοὶ δάκτυλοι καὶ αἱ αὐταὶ νευραὶ, ἀλλ' οὐχ ἡ αὐτὴ ἐμπειρία· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν, ἐπέρχονται μὲν πολλοὶ τὰ θεῖα λόγια, ἀλλ' οὐ πάντες κερδαίνουσιν, οὐδὲ καρποῦνται πάντες· τὸ δὲ αἴτιον, ἐπειδὴ μήτε τοῖς εἰρημένοις ἐμβαθύνουσι, μήτε μετὰ τέχνης τῆς κιθάρας ἅπτονται· ὅπερ γὰρ ἐπὶ τῆς κιθαρῳδίας ἡ τέχνη, τοῦτο ἐπὶ τῶν τοῦ Θεοῦ νόμων ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Ἤδη μὲν οὖν μίαν ἐκρούσαμεν νευρὰν δι' ὅλης τῆς