1

 2

 3

1

De circo

Εἰς τὸ ἱπποδρόμιον λόγος.

59.567 Στάδιον ἡμῖν σήμερον πνευματικὸν καὶ δρόμος οὐράνιος ἀνέῳγε τοῖς ἑτοίμως πρὸς τὴν θεωρίαν τοῦ πνεύματος ἔχουσιν, οὐ κατὰ τὸν ἐκ γῆς χοϊκὸν, ἀλλὰ κατὰ τὸν τοῦ πνεύματος ἐπουράνιον ἄνθρωπον· ἐφ' ᾧ δεῖ τρέχειν μὲν κατὰ τὴν γῆν, σκοπεῖν δὲ κατὰ τοῦ οὐρανοῦ. Τοῦτο προήχθην ἱστορῆσαι πρὸς ἔλεγχον τῶν φιλοθεαμόνων, τῶν τὸ πνευματικὸν τῆς σωτηρίας θεώρημα παρορώντων, καὶ τὸ σωματικὸν τῆς πονηρίας ἱππο 59.568 δρόμιον, μᾶλλον δὲ σατανοδρόμιον προτιμούντων. Θεώρει δὲ σπουδαίως, ἀγαπητὲ, μᾶλλον τὸ τῆς Ἐκκλησίας ἀπερίεργον ἱπποδρόμιον, ἔνθα Παῦλος ἀγωνίζεται, οὐκ εὐρίπου καὶ κάμπων κύκλους τρέχων, ἀλλ' ἀπὸ Ἱερουσαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ ἐκπληρῶν τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ἔνθα ὁ Ἡλίας ἡνιοχεῖ, περὶ οὗ εἴρηται· Ἅρμα, ἅρμα, ἡνίοχε τοῦ Ἰσραὴλ, καὶ ἱππεὺς αὐτοῦ· οὐκ ἀπὸ λευκῆς ἐπὶ σφενδόνα μιλιοδρομῶν, ἀλλ' ἀπὸ γῆς 59.569 εἰς οὐρανὸν πυρίνου ἅρματος κατατολμῶν, ἔνθα λαὸς οὐρανοπολιτῶν ἐπὶ τὴν θεωρίαν πάρεστι, καὶ κριτὴς πνευματικὸς καθέζεται, καὶ βασιλεὺς θεωρεῖ, καὶ ἐπινίκιον οὐράνιον δῶρον τίθεται, καὶ μάστιγες φοβερᾶς κρίσεως πρόκεινται. Βούλεταί σε ὁ Θεὸς δι' ἑαυτοῦ ἀγωνίζεσθαι.

∆ιὸ καὶ δέδωκέ σοι τὸ τῶν Εὐαγγελίων τετράθηρον ἅρμα, ἐν ᾧ ἅρματι ἵπποι λευκοὶ κατὰ τὸν Ζαχαρίαν· ζυγαῖοι μὲν φῶς καὶ ἀθανασία, ἀκροτῆρες δικαιοσύνη καὶ ἀλήθεια, οἱ πορευόμενοι κατόπισθεν τοῦ ἅρματος τοῦ πορευομένου εἰς γῆν βοῤῥᾶ· περὶ οὗ λέγει ἡ Σοφία, Σκληρός τις ἄνεμος βοῤῥᾶς· σκληρὸν γὰρ ἀληθῶς πνεῦμα καὶ πονηρὸν ὁ διάβολος. Ἐν ἅρματι αὐτοῦ ἵπποι μέλανες· ὑποζύγιοι μὲν ὁ ᾅδης καὶ θάνατος, ἀκροτῆρες δὲ σκότος καὶ ἀπώλεια, οὓς δεῖ καθηνιοχεῖν τῷ ἅρματι τοῦ Χριστοῦ, ὅτι Τὸ ἅρμα, φησὶ, τοῦ Θεοῦ, μυριοπλάσιον, χιλιάδες εὐθυνόντων, οὓς δεῖ καθηνιοχεῖν ἐν ταῖς τρικυμίαις τοῦ βίου, ὡς ἐν θαλάσσῃ. Ἐπεβίβασεν γὰρ εἰς θάλασσαν τοὺς ἵππους αὐτοῦ ταράττοντας ὕδατα πολλὰ, καὶ καταστρέφοντας τὰ ἅρματα τοῦ νοητοῦ Φαραὼ, καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν. Ἔχει δὲ καὶ πάριππον ἄγγελον τὸν καταδιώκοντα καὶ παρασκοτοῦντα τοὺς ἵππους τοῦ ἐχθροῦ σου. Γενηθήτω γὰρ, φησὶν, ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ἔχεις ἐξ ἐναντίας τοὺς τὰς δόσεις αὐτοῦ καταγγέλλοντας Χαναναίους, Φαρισαίους, Σαδουκαίους· ἔχεις καὶ σὺ Μωϋσέα, Σαμουὴλ καὶ ∆αυῒδ, οἳ προκατήγγειλαν περὶ τῆς ἐλεύσεως τοῦ δικαίου. Ἔχει ἐκεῖνος μεσαφέτας δαίμονας, Βὴλ καὶ ∆αγὼν καὶ Βαὰλ καὶ Χαμὼς, οἳ τὸν Ἰσραὴλ ἔβαλλον ἀπὸ σκελῶν, καὶ τὰ κῶλα αὐτῶν ἔῤῥιψαν ἐν τῇ ἐρήμῳ· ἔχεις καὶ σὺ θυρανοίκτας Παῦλον, καὶ Σιλουανὸν, καὶ Τιμόθεον, καθὼς αὐτοί φασιν, ὅτι Θύρα ἡμῖν ἀνέῳγε μεγάλη καὶ ἐναργὴς, καὶ ἀντικείμενοι πολλοὶ, οἳ καὶ ἐζήτησαν ἵνα δοθῇ αὐτοῖς λόγος ἐν ἀνοίξει τοῦ στόματος αὐτῶν. Ἔχει ἐκεῖνος Φίλητον, Ἰούδαν, ∆ήμαν καὶ Ἑρμογένην, Ὑμεναῖον καὶ Ἀλέξανδρον τὸν χαλκέα ὑποκρίσεως γέμοντας· ἔχεις καὶ σὺ θεωρητὰς τὸν τῶν ἀγγέλων δῆμον, τὰ τῶν δικαίων τάγματα ἄνωθεν καθορῶντα· πῶς μὲν πάντες τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον.

Εἷς ὁ κατὰ τὴν ἀλήθειαν λαὸς τοῦ Χριστοῦ, εἷς ἐν Χριστῷ βαπτισθεὶς, καὶ Χριστὸν ἐνδυσάμενος· καὶ μηκέτι Ἰουδαῖος μήθ' Ἕλλην, ἄρσεν καὶ θῆλυ, δοῦλος ἢ ἐλεύθερος, Σκύθης, Ἄρειος, Εὐνόμιος, Μαραθώνιος, ἀλλ' εἷς ἐν Χριστῷ. Ἀξίως τοῦ Θεοῦ τρέχε, καὶ πολιτεύου, λαὲ τοῦ Θεοῦ, ἐν τῷ θεωρίῳ τοῦ παναγίου Πνεύματος. Μὴ τερπέτω σε τὰ προϊππικὰ κομβινεύματα, ἵνα μὴ καταλάβῃ σε τὰ πρὸ κρίσεως