1

 2

 3

 4

 5

 6

1

Catechesis de juramento

ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΚΑΤΗΧΗΣΕΙΣ. Τοῦ αὐτοῦ. Ἐν τῇ προτέρᾳ κατηχήσει διαλεχθεὶς περὶ ὅρκων ταύτην εἶπεν εἰς τὴν αὐτὴν πάλιν ὑπόθεσιν, δεικνὺς ὅτι οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ εὐορκεῖν κόλασιν ἔχει, καὶ ὅτι χρησίμως ὁ Χριστὸς διὰ τριῶν ἡμερῶν ἀνέστη.

Λόγος βʹ.

Ἆρα ἀπηλάσατε ἐκ τοῦ στόματος ὑμῶν τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν; οὐ γὰρ ἐπιλέλησμαι οὔτε ὧν αὐτὸς διελέχθην πρὸς ὑμᾶς, οὔτε ὧν ὑμεῖς ὑπέσχεσθε πρός με περὶ τῆς ὑποθέσεως ταύτης. καὶ γὰρ κἀγὼ διελέχθην καὶ ὑμεῖς ὑπέσχεσθε, εἰ καὶ μὴ τῷ λόγῳ, ἀλλὰ τοῖς ἐπαίνοις τῶν εἰρημένων. μείζων δὲ 155 αὕτη ἡ ὑπόσχεσις τῆς διὰ τοῦ λόγου· ὁ μὲν γὰρ ὑποσχόμενος λόγῳ πολλάκις τῇ γλώττῃ μὲν ἐπινεύει, τῇ γνώμῃ δὲ οὐκ ἐπινεύει· ὁ δὲ ἐπαινῶν τὰ εἰρημένα ἀπὸ ψυχῆς ποιεῖται τὴν συγκατάθεσιν. ἆρ' οὖν ἀπεσμήξατε τὴν γλῶσσαν ἀπὸ τῆς χαλεπῆς κηλῖδος; ἆρα ἐφυγαδεύσατε τὴν λύμην ἀπὸ τῆς ἱερᾶς ὑμῶν ψυχῆς; ἐγὼ στοχάζομαι, ὅτι ἀπεσμήξατε· καὶ γὰρ βασιλέα ὑποδέχεσθαι μέγαν μέλλετε καὶ διδασκαλίας ἀπολαῦσαι πολλῆς καὶ πνευματικῆς τῶν συνετωτέρων πατέρων. καὶ ὁ χρόνος δὲ ἱκανὸς καὶ ἡ δοθεῖσα προθεσμία πρὸς τὴν διόρθωσιν πρὸς τῷ τέλει λοιπόν ἐστι, καὶ ὑμεῖς εὐήνιοι καὶ καταπειθεῖς· "πείθεσθε γὰρ τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε", λέγει ὁ ἀπόστολος, καὶ ἐν παντὶ ὑπακούετε αὐτοῖς. ἀπὸ τούτων πάντων στοχαζόμενος νομίζω κατωρθῶσθαι τὸ πᾶν. ἀλλ' οὐκ ἐβουλόμην στοχάζεσθαι καὶ νομίζειν, ἀλλ' εἰδέναι σαφῶς· καὶ γὰρ ἂν προθυμότερον τῶν μυστικωτέρων ἡψάμην λόγων, τὴν φροντίδα ἀποθέμενος τὴν περὶ τῶν ὅρκων, καὶ μετὰ πλείονος ἀδείας ὑμᾶς ἐχειραγώγησα πρὸς τὴν φρικτὴν ταύτην μυσταγωγίαν, καὶ εἰσήγαγον ἂν εἰς τὰ ἄδυτα αὐτὰ καὶ ἔδειξα τὰ ἅγια τῶν ἁγίων καὶ τὰ ἐκεῖ πάντα, οὐχὶ ὑδρίαν χρυσῆν μάννα ἔχουσαν, ἀλλὰ σῶμα τὸ δεσποτικόν, τὸν ἄρτον τὸν οὐράνιον. ἔδειξα ἂν ὑμῖν οὐ κιβωτὸν ξυλίνην λιθίνας ἔχουσαν πλάκας καὶ νόμον, ἀλλὰ σάρκα ἄμωμον καὶ ἁγίαν ἔχουσαν αὐτὸν τὸν νομοθέτην. ἔδειξα ἂν ἔνδον οὐ πρόβατον ἄμωμον ἐσφαγιασμένον, ἀλλὰ τὸν ἀμνὸν τοῦ θεοῦ τεθυμένον, θυσίαν μυστικήν, ἣν καὶ αὐτοὶ τρέμουσιν οἱ ἄγγελοι βλέποντες. ἔδειξα ἂν ὑμῖν οὐ τὸν Ἀαρὼν εἰσιόντα μετὰ χρυσῆς στολῆς, ἀλλὰ τὸν μονογενῆ εἰσιόντα, τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἔχοντα, αὐτῷ δεικνύντα τῷ πατρὶ τοῦ κατορθώματος τὸ μέγεθος· "οὐ γὰρ εἰς χειροποίητα", φησίν, "ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς 156 αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ". ἔστιν ἐκεῖ καταπέτασμα οὐχὶ τοιοῦτον, οἷον εἶχεν ὁ ναὸς ὁ Ἰουδαϊκός, ἀλλὰ πολὺ φρικωδέστερον. ἄκουσον γοῦν, οἷόν ἐστι τοῦτο τὸ καταπέτασμα, ἵνα μάθῃς οἷα μὲν ἐκεῖνα τὰ ἅγια τῶν ἁγίων, οἷα δὲ ταῦτα. "ἔχοντες", φησί, "πολλὴν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὑτοῦ". εἶδες, πῶς τοῦτο ἐκείνου φρικωδέστερον τὸ καταπέτασμα; πρὸς ταῦτα ἐβουλόμην ὑμᾶς ἅπαντα μυσταγωγῆσαι τήμερον.

Ἀλλὰ τί πάθω; οὐκ ἀφίησί με ἡ τῶν ὅρκων φροντὶς κατατήκουσά μου τὴν ψυχήν· καὶ οἶδα μέν, ὅτι πολλοὶ καταγνώσονται τὴν τῶν λεγομένων ὑπερβολήν, ἀκούσαντες ὅτι κατατήκει μου τὴν ψυχήν· καὶ γὰρ μικρὸν εἶναι νομίζουσι τὸ ἁμάρτημα· ἐγὼ δὲ διὰ τοῦτο μᾶλλον θρηνῶ. τὰ μὲν γὰρ ἄλλα τῶν ἁμαρτημάτων καὶ ἔστι χαλεπὰ καὶ νομίζεται εἶναι χαλεπά· οἷον ὁ φόνος καὶ ἡ μοιχεία καὶ ἔστι χαλεπὸν καὶ νομίζεται εἶναι χαλεπόν, ὁ δὲ ὅρκος ἔστι μὲν χαλεπόν, οὐ νομίζεται δὲ εἶναι χαλεπόν. διὰ τοῦτο θρηνῶ καὶ δέδοικα τὸ ἁμάρτημα· τοῦτο γάρ, τοῦτο τῆς μεθοδείας