Syllogismi sanctoruum patrum

 

Syllogismi sanctoruum patrum

1. Πᾶν κακὸν κολαστέον· οὐδὲν δὲ κολαστέον ἄφθαρτον· οὐδὲν ἄρα κακὸν ἄφθαρτον. 2. Οὐδὲν φθαρτὸν ἀγένητον· ἔστι δὲ τὸ κακὸν φθαρτόν· τὸ ἄρα κακὸν οὐκ ἀγένητον. 3. Αἱ θεῖαι γραφαὶ κολάσει παραδίδοσθαι <οὐ τοὺς ἄλλους κακοὺς μόνον, ἀλλὰ καὶ αὐτὸν> τὸν διάβολόν φασιν· πᾶν δὲ <τὸ> κολάσει παραδιδόμενον τρεπτόν· οὐδὲν δὲ τρεπτὸν ἀγένητον· οὐδὲν ἄρα τῶν κακῶν ἀγένητον. 4. Οὐδὲν ἀγένητον τρεπτόν· τρέπεται δὲ τὸ κακὸν κρατηθὲν ὑπὸ τοῦ ἀγαθοῦ· τὸ ἄρα κακὸν οὐκ ἀγένητον. 5. Τὸ μερικὸν ἀγαθὸν καὶ τὸ κακὸν τρέπεται· οὐ γάρ ἐστιν ἀγένητα. Τὸ δὲ οὐσιῶδες ἀγαθὸν ἄτρεπτον. Τὸ δὲ κακόν, ὅ φασιν οἱ Μανιχαῖοι οὐσιῶδες εἶναι, τρεπτόν ἐστιν, εἴ γε καὶ αὐτοὶ ὁμολογοῦσιν αὐτὸ εἶναι κολαστέον. 6. Οὐδὲν κατ' οὐσίαν κακόν, τῷ τὸ κακὸν ποιὸν εἶναι· οὐδὲν δὲ ποιὸν οὐσία. Τὸ ἄρα κακὸν οὐκ οὐσία. 7. Πάντα τὰ ἐναντία ἀλλήλων ἐστὶ φθαρτικά· τὰ δὲ ἀγένητα ἄφθαρτα· τὰ ἄρα ἐναντία οὐκ ἀγένητα. 8. Πᾶς ὁ εὐλόγως ὀρεγόμενός τινος ἐπιτετευγμένην ἔχει τὴν ὄρεξιν, ἧς εὐλόγως ὀρέγεται· θεὸς δὲ φθεῖραι τὴν κακίαν ὀρέγε- ται· τῶν φθαρτῶν ἄρα ἐστὶν ἡ κακία· τῶν δὲ φθαρτῶν οὖσα ἀφανισθήσεται· ἀφανιζομένη δέ, οὐκ ἔστιν ἀγένητος. 9. Εἰ ἀγένητον τὸ κακόν, κατὰ φύσιν αὐτῷ ὑπάρχει τὸ κακὸν εἶναι· οὐδεὶς δὲ τὸ κατὰ φύσιν ἐνεργῶν ἁμαρτάνει· τὸ ἄρα κακὸν οὐχ ἁμαρτάνει· τὸ μὴ ἁμαρτάνον οὐχ ὑπαίτιον· ὑπαίτιος δὲ ὁ Σατανᾶς· οὐκ ἄρα ἀγένητος. 10. Φασί τινες, εἰ μεταποιεῖ τοὺς φαύλους ἡ κόλασις, ἀγαθὴν αὐτὴν εἶναι· εἰ δὲ ἡ κόλασις ἀγαθή, ἐναντία δὲ ταύτῃ ἡ ἐπαγγελία τῶν ἀγαθῶν, τὰ δὲ ἐναντία οὐ δύναται ἅμα ἀγαθὰ εἶναι, ἡ ἄρα ἐπαγγελία κακόν. <Ἀλλὰ θεὸς ὑπισχνεῖται ταύτην· οὐκ ἄρα κα- κόν.> Μὴ κακοῦ δὲ τῆς ἐπαγγελίας, ἀλλ' ἀγαθοῦ οὔσης, ἡ κόλασίς ἐστι κακόν. Εἰ δὲ κακὸν ἡ κόλασις, ἄρα οὐχ ὁ θεός, ἀλλ' ὁ Σατανᾶς αὐτὴν ἐπιφέρει· ἐπιφέρει δὲ τὴν κόλασιν οὐ τοῖς ἑαυτοῦ· εἰσὶ γὰρ ὡς αὐτὸς πονηροί, καὶ ἀνάγκη καὶ αὐτὸν ὄντα πονηρὸν ὑποπίπτειν τῇ κολάσει. Τῷ ἄρα ἀγαθῷ ἐποίσει αὐτήν· ἀλλ' ἀδύνατον τοῦτο· οὐκ ἄρα ὁ πονηρὸς αὐτὴν ἐπιφέρει, ἀλλ' ὁ θεός. Πρὸς οὓς ῥητέον· πᾶν τὸ ὑπὸ θεοῦ ἐπιφερόμενον χρησίμως ἐπιφέρεται, τυγχάνον ἀγαθὸν ἢ ἀγαθοῦ ποιητικὸν ἢ κωλυτικὸν κακοῦ· ὁ γὰρ θεὸς κωλύειν τὸ κακὸν βουλόμενος ἐπιφέρει τοῦτο· οὐκ ἂν δὲ ἐπεχείρει κωλύειν τὸ κακόν, εἰ μὴ δυνατὸν ἦν κωλύεσθαι τὸ κακόν· κωλυόμενον δὲ τοῦτο οὐ δύναται εἶναι φύσει καὶ ἀγένητον. 11. Τὸ κακὸν ἐν ταῖς ἐνεργείαις εὑρίσκεται· κακὸν γάρ ἐστι τὸ μεταχειρίζεσθαι τοὺς λογικοὺς τὰ κατὰ φύσιν οὐ δέοντας ... 12. Τὸ ἀγένητον οὐκ ἔστι ὀρεκτικὸν φθορᾶς τινος, οὐδέ γε φθαρτικόν, τὸ δέ γε κακὸν ὀρεκτικὸν φθορᾶς· τὸ ἄρα κακὸν οὐκ ἀγένητον. 13. τῶν δι' ὅλων ἐναντιουμένων οὐδὲν κοινόν, ὥστε πᾶσα ἀνάγκη τὸ θατέρῳ ὑπάρχον τῷ λοιπῷ μὴ ὑπάρχειν· ὑπάρχει δὲ τῷ ἀγαθῷ τὸ εἶναι ἀγένητον· τῷ ἄρα κακῷ οὐδέτερον τούτων ὑπάρχει. Μὴ ὂν ἄρα τὸ κακόν.