1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

1

De mensibus

LIBER PRIMUS.

1.1 Ὀρθῶς ἄρα οἱ τὰ μυθικὰ συγγράψαντες τὸν Κρόνον τοὺς ἑαυτοῦ παῖδας ἀφανίζοντα ποιοῦσιν, αἰνιττόμενοι δήπου τὸν χρόνον πατέρα τε ἅμα καὶ ὄλεθρον τῶν ὑπ' αὐτοῦ φυομένων γίνεσθαι. †φάρυγος. 1.2 Θρίαμβον ὠνόμαζον οἱ ∆ιονύσου θεράποντες τὴν πομπὴν ἀπὸ τῶν θύρσων καὶ τῶν ἰάμβων, οἱονεὶ .... τῶν σκωμμάτων, ὡσανεὶ θυρσίαμβον· ἢ ἀπὸ τοῦ θροεῖν, κατὰ Πλούταρχον. 1.3 Οἱ Λυδοί φασιν ἐφεῦρον τὸν οἶνον· καὶ οὐκ οἶνον μόνον, ἀλλὰ καὶ τὸ συκῆς φυτόν. 1.4 Ὅτι μοῦστον τὸν οἶνον οἱ Ῥωμαῖοι ἔγνωσαν καλεῖν ὡσανεὶ μύστην. ὅτι μυστήριον πρῶτοι Σαρδιανοὶ προσηγόρευσαν. 1.5 Σαβῖνος ἐκ τῆς περὶ τὸν οἶνον γεωργίας φερωνύμως ὠνομάσθη· τὸ γὰρ Σαβῖνος ὄνομα σπορέα καὶ φυτευτὴν οἴνου διασημαίνει. 1.6 Μεσσαπία ἡ Καλαβρία, ἀπὸ Μεσσάπου. 1.7 Λουκανίαν τὴν ἀλσωδεστάτην· τὸ γὰρ ἄλσος κατὰ στέρησιν λοῦκον οἱ Ῥωμαῖοι καλοῦσι παρὰ τὸ ἀφεγγές, ὡς ἄξυλον τὴν ὕλην. 1.8 Ὁ Εὔανδρος πρῶτος γράμματα ἀπὸ τῆς Ἑλλάδος, τὰ λεγόμενα Κάδμου, εἰς τὴν Ἰταλίαν ἐκόμισεν, οὐ τοσαῦτα μέν, ὅσα νῦν ἐστιν-οὐδὲ γὰρ οὕτως ἡ παλαιότης παραδέδωκε-μόνα δὲ ἓξ πρὸς τοῖς δέκα, τοῦ ξ καὶ τοῦ ζ καὶ τοῦ ψ ἀντὶ διπλῶν, τοῦ θ καὶ τοῦ φ καὶ τοῦ χ ἀντὶ δασέων, τοῦ η καὶ τοῦ ω ἀντὶ μακρῶν ὕστερον προσεξευρημένων. πέντε γὰρ ἦν τὰ πάλαι φωνήεντα, τοῦ μὲν ε στοιχείου τὴν τοῦ η παρεχομένου χρείαν, τοῦ δὲ ο τὴν τοῦ ω, ὅπερ ἔτι καὶ νῦν παρὰ Ῥωμαίοις ἐστὶ καὶ μόνῳ τῷ χρόνῳ τὴν δύναμιν ἀμείβει. ὕστερον δὲ Μάρκος Φλάβιος, γραμματιστὴς Ἰταλός, τοῖς Ἕλλησιν ἀκολουθήσας, τὰ λοιπὰ στοιχεῖα τοῖς Ῥωμαίοις ἐπέγραψεν. φιλεῖ γὰρ ὁ χρόνος ἐναμείβειν τὰ πράγματα. 1.9 Φοίνικες πρῶτοι τοκογλύφοι καὶ ὀβολοστάται τυγχάνοντες, γράμματα καὶ σταθμοὺς καὶ ἁπλῶς τὸ κερδαίνειν ἐπενόησαν, ὅθεν καὶ καπήλους αὐτοὺς οἱ ποιηταὶ καλοῦσιν. ἀλλ' ἐπανίωμεν ὅθεν ἐξεκλίνομεν. 1.10 Τρισώματον τὸν Γηρυόνην φασίν, οὐχ ὅτι τοσούτοις ἐχρήσατο σώμασιν, ἀλλ' ὅτι τρεῖς νῆσοι ἐν τῷ ὠκεανῷ κείμεναι συνεμάχουν αὐτῷ. 1.11 Ὅτι Ἔρυλον τὸν περὶ Ἰταλίαν, ὃν κατασχὼν Εὔανδρος, ὁ τῆς μαντικῆς Καρμέντης υἱός, ἔσχε τὴν χώραν, τρίψυχον γενέσθαι ὁ μῦθος αἰνίττεται φιλο σοφώτατα· τριπλᾶς γὰρ ἔχειν τὴν ψυχὴν δυνάμεις ὁ ἐν Φαίδωνι Σωκράτης παραδίδωσιν, ἡνίοχον μὲν τὸν νοῦν, ἵππους δὲ τὰς τῆς ψυχῆς δυνάμεις. ταύτῃ καὶ χαλινῶσαι τὴν ψυχὴν θεσπίζει τὰ λόγια· χρὴ δὲ χαλινῶσαι ψυχὴν βροτὸν ὄντα νοητόν, ὄφρα μὴ ἐγκύρσῃ χθονὶ δυσμόρῳ, ἀλλὰ σαωθῇ. τῆς γὰρ τῶν ὅλων φύσεως ἐξ ἐναντίων δυνάμεων τυγχανούσης, ἀνάγκη καὶ τῇ διὰ πάντων κεχωρηκυίᾳ ψυχῇ τὰς ἐναντίας ἐφαρμόζειν ἀρχάς· τὸ μὲν γὰρ αὐτῆς λογικὸν ἐκ τῆς μονάδος-τουτέστι τοῦ νοῦ- τὸ δὲ θυμικὸν καὶ ἐπιθυμητικὸν ἐκ τῆς δυάδος-οἷον τῆς ὕλης-ἐστί· κἂν εἰ τὸ λόγιον ὅλην τὴν ψυχὴν τριάδα θείαν παραδίδωσι· φησὶ γὰρ ὁ αὐτός· ψυχαῖον σπινθῆρα δυσὶ κράσας ὁμονοίαις νῷ καὶ νεύματι θείῳ, ἐφ' οἷς τρίτον ἁγνὸν ἔρωτα, συνδετικὸν πάντων ἐπιβήτορα σεμνόν, ἔθηκεν. 1.12 Κίρκη τις ἦν ἐν Ἰταλίᾳ τῷ τε γένει περιφανὴς καὶ τῷ κάλλει διαπρεπής, ἥτις καὶ τοῦ Ὀδυσσέως πλανωμένου ἐν Ἰταλίᾳ σὺν τῷ ∆ιομήδει ἐρασθεῖσα καὶ συγγενομένη τούτῳ ἔτεκεν ἐξ αὐτοῦ τὸν Αὔσονα, τὸν τῆς χώρας πάσης ἐν ὑστέρῳ κρατήσαντα, ἐξ οὗ καὶ Αὐσονία ἡ ἑσπέριος ἐκλήθη. αὕτη γοῦν ἡ Κίρκη διὰ κάλλους ὑπερβολὴν τοῦ Ἡλίου θυγάτηρ εἶναι ἐκόμ παζε καὶ εἰς τιμὴν τοῦ οἰκείου δῆθεν πατρὸς ἱππικὸν ἀγῶνα πρώτη ἐν Ἰταλίᾳ ἐτέλεσεν, ὃς δὴ καὶ ἐξ αὐτῆς ὠνομάσθη κίρκος. ἐν δὲ Ἑλλάδι πρότερον Ἐνυάλιος, υἱὸς Ποσειδῶνος, ἐν ἡμέραις Μωυσέως διπώλῳ ἐχρήσατο, Οἰνόμαος καὶ