1

 2

1

Ethopoeia

Τοῦ βασιλικοῦ γραμματικοῦ κυροῦ Ἰωάννου τοῦ Κιννάμου ἠθοποιία· Ποίους ἂν εἶπε λόγους ζωγράφος ζωγραφῶν τὸν Ἀπόλλωνα ἐν δαφνίνῳ

πίνακι, καὶ μὴ συγχωροῦντος τοῦ πίνακος;

Ὦ τέχνη καὶ χεῖρες καὶ χρώματα. Οἷον τοῦτο τέρας ὁρῶ· ἡλίκον κατὰ τῆς γραφῆς ὁ πίναξ ἐκπεπολέμωται. Ἀπὸ δάφνης ὁ πίναξ, ἀπὸ κόρης ἡ δάφνη. Τῇ δὲ καὶ μετὰ τὴν ἄνθρωπον τὸ μῖσος ἐγκάθηται· καὶ τὴν φύσιν μεταβαλοῦσα τὸν τρόπον οὐ ξυμμετέβαλε. Κατὰ θεοῦ ἀθάνατα μέμηνε, καὶ μαντικὸν φυτὸν οὐ δέχεται θεὸν μαντικόν. Ὡς ἐπὶ παστάδος τοῦ πίνακος καθίζω Ἀπόλλωνα, καὶ γίνομαι νυμφοστόλος θεοῦ ἀπὸ χρωμάτων καὶ κόρης ἀπὸ φυτοῦ, καὶ ὡς ἕδνα τῇ κόρῃ τὰ χρώματα δίδωμι, καὶ ἀπὸ δάφνης πλέκω τὸν ἐπινύμφιον στέφανον. Ἀνάπτω τῷ νυμφῶνι τούτῳ καὶ φῶς ἐγγύθεν μεταλαβών· καὶ ὡς ἀπὸ θεοῦ μαντικοῦ τὸ φῶς, ὃ πολλοῖς πυθομένοις ἀνῆψεν ὁ Πύθιος. Ἡ δὲ ἀλλ' ἀπωθεῖται τὸν ἐραστήν. Καὶ τῆς βαφῆς οὐκ ἀΐει καὶ τῶν χρωμάτων οὐκ ἐπιστρέφεται. Λάδωνος ἡ ∆άφνη θυγάτηρ τοῦ ποταμοῦ, ὑδάτων ἀπόγονος, παῖς ἀπὸ Γῆς οὕτω στιλβούσης τὸ κάλλος στίλβουσα, καὶ ἀπὸ γλυκέος ῥεύματος γλυκεῖαν καὶ τὴν ὥραν καθέλκουσα. Ἤ που ἐκεῖθεν ἀπὸ πατρὸς ἔγνω τὸ μὴ τὰ χρώματα δέχεσθαι; Ἐκεῖθεν μανθάνει τὸ πρὸς τὸν γράφοντα ἀνεπίστροφον; Ἐγγύθεν ἐκ ποταμοῦ τὰ τῆς διδασκαλίας ἀρύεται; Ἀκούω τὴν σελήνην, ὅτε τὴν σύνοδον ἔχει μετὰ τοῦ ἀστεράρχου φωσφόρου τοῦ γίγαντος, ἀποκενουμένην τὰ φῶτα καὶ οἷον θνήσκουσαν. Ἔχω καὶ τὴν ∆άφνην καλὴν ὡς σελήνην, ὅτι καὶ τῇ γῇ πλησιάζει τὸ γένος ἡ ∆άφνη, ὡς καὶ ἡ σελήνη τρόπον καινότερον ἕτερον. Οὐκοῦν τὴν σύνοδον ἡλίου σοφίζομαι τοῦ Ἀπόλλωνος; Ὁ δὲ μᾶλλον περὶ τὴν συνέλευσιν ἐκλείπει, καὶ ὅλως ἀπομειοῦται, καὶ τὴν γραφὴν οὐ θαρρεῖ. Τοῦ τῆς ∆άφνης νοήματος εἴπω τοῦτο τὸ τέρας, ἢ τοῦ Πυθίου περὶ τὴν κόρην ἀποστροφῆς; Ὁ μὲν γραφόμενος οὐ μορφάζεται· ἡ δὲ οὐ δέχεται τὰς βαφάς. Ὡς ἄρα εἰς τὸν ἐκ τῆς γῆς φόβον ἀναφέρει τὸ ἀχρωμάτιστον, καὶ κατὰ τοῦ ἔρωτος μόνη τῶν ἁπάντων ἀλαζονεύεται. Ἔγραψά ποτε καὶ ἐν ξύλῳ ἀπὸ μύρρας τὸν Θείαντα, ἡ δὲ τὸν πατέρα ἐδέχετο, ὡς κατὰ γαστρὸς πάλαι τὸν Ἄδωνιν. Καὶ τὴν γραφικὴν μιμουμένην τὰ τῆς φύσεως ἔβλεπον, καὶ ὡς ἐκεῖ τὸ βρέφος κατὰ μικρόν, κἀνταῦθα τὸ μορφαζόμενον κατ' ὀλίγον ὠρθοῦτο καὶ ἀνεπλάττετο. Ὦ Ζεῦ καὶ θεοί, ἡ δὲ ∆άφνη μέχρι καὶ χρωμάτων τὴν μανίαν ἐτήρησε καὶ μέχρι ἀψύχου τὴν ὀργὴν ἐθαλάμευσε. Καίτοι καὶ Θείαντι καὶ Ἀπόλλωνι οὐκ ἀνόμοιοι μέθαι ἐπέθεντο· ὁ μὲν ἐμέθυεν ἔρωτι, ὁ δὲ οἴνῳ, τῷ ἐπικούρῳ τοῦ σώματος. ∆άφνη δὲ περὶ τὴν μίξιν τῶν χρωμάτων οὐκ ἐπινεύει, ὅτι μηδὲ πρῴην τὴν μετ' Ἀπόλλωνος. Ἠγνόει, ὡς καὶ ἐν οὐρανῷ Ἔρως τὸ πτερὸν ἐπεκύρτωσε, καὶ πτερὸν αἴφνης τὸν θεῶν ὕπατον ἐσχεδίαζε, καὶ τὰ κύκνων μουσουργεῖν ἐξεπαίδευσε, καὶ τῷ τοῦ ἔρωτος φαρμάκῳ τὴν καρδίαν ἔνδον βαφέντα ἔξωθεν ὡς κύκνον ἐλεύκανεν. Ἀνῆψε τὸ πῦρ Ἔρως, καὶ ὡς χρυσὸς ὁ Ζεὺς ἐπυροῦτο, καὶ θερμὸς ἐραστὴς τὴν ἐρωμένην περιεκέχυτο. Ἐδείκνυ τῷ ∆ιὶ καὶ σύμβολον κάλλους εἰς κόρην· καὶ ὁ Ζεὺς ὡς βοῦς ἐμυκήσατο, ἵνα μὴ μόνον ἀπὸ βοὸς μέλι τεχνάζοιτο, ἀλλ' ἀντιστρόφως, ἀπὸ ∆ιὸς καὶ ἀπὸ μέλιτος βοῦς. Καὶ τὸν βουπλῆγα τῷ πατρὶ τὸ παιδίον ἐπέσειεν, καὶ εἰς τὸ οἰκεῖον πλάσμα τὸν βοῦν, τὸν ∆ία, διέπαιξε. Καὶ ἀπὸ ∆ιὸς ἀροτῆρος θέρος ὥρας οὕτω γλυκὺ ἀνεφύετο. Οὐκ ᾔδει, ὡς κατὰ θαλάττης τὸ πῦρ ἀνεσάλευσε, καὶ γλυκὺν ἔρωτα καθ' ὑδάτων ἁλμυρᾶς φύσεως ἀνετάραξε, καὶ καθ' ὑγρῶν σπείρων οὐκ ἐπῃσχύνετο τὸ ἀδύνατον. Ἔφθασε καὶ κατὰ γῆς ἐκπέμψας τὸ βέλος, καὶ πάντες αἰχμάλωτοι ἔρωτος, φιλότητος δέσμιοι. Καὶ περιπλοκὰς ὑγρὰς