Μαρτύριον τῶν Ἁγίων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Eὐελπίστου, Ἱέρακος, Παίονος, Λιβεριανοῦ, καὶ τῆς

 Ῥούστικος ἔπαρχος Ἱέρακι εἶπεν· Χριστιανὸς εἶ Ἱέραξ εἶπεν· Ναί, Χριστιανός εἰμι τὸν αὐτὸν θεὸν προσκυνῶν. Ῥούστικος ἔπαρχος εἶπεν· Ἰουστῖνος ὑμᾶς ἐπο

Μαρτύριον τῶν Ἁγίων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Eὐελπίστου, Ἱέρακος, Παίονος, Λιβεριανοῦ, καὶ τῆς

Συνοδίας αὐτῶν

Ἐν τῷ καιρῷ τῶν ἀνόμων προσταγμάτων τῆς εἰδωλολατρείας συλληφθέντες οἱ μνημονευθέντες ἅγιοι εἰσήχθησαν πρὸς τὸν τῆς Ῥώμης ἔπαρχον Ῥούστικον. Ὧν εἰσαχθέντων ὁ ἔπαρχος Ἰουστίνῳ εἶπεν· Τίνα βίον βιοῖς; Ἰουστῖνος εἶπεν· Ἄμεμπτον καὶ ἀκατάγνωστον πᾶσιν ἀνθρώποις. Ῥούστικος ἔπαρχος εἶπεν· Ποίους λόγους μεταχειρίζῃ; Ἰουστῖνος εἶπεν· Πάντας λόγους ἐπειράθην μαθεῖν· συνεθέμην δὲ τοῖς ἀληθέσι λόγοις τῶν Χριστιανῶν κἂν μὴ ἀρέσκωσι τοῖς ψευδοδοξοῦσιν. Ῥούστικος ἔπαρχος εἶπεν· Ἐκεῖνοι οὖν σοι ἀρέσκουσιν οἱ λόγοι; Ἰουστῖνος εἶπεν· Ναί, ἐπειδὴ μετὰ δόγματος ἕπομαι αὐτοῖς. Ῥού στικος ἔπαρχος εἶπεν· Ποῖόν ἐστι δόγμα; Ἰουστῖνος εἶπεν· Ὅπερ εὐσεβοῦμεν εἰς τὸν τῶν Χριστιανῶν θεόν, ὃν ἡγούμεθα ἕνα τούτων ἐξ ἀρχῆς δημιουργὸν τῆς τοῦ παντὸς κόσμου ποιήσεως, καὶ θεοῦ παῖδα Ἰησοῦν Χριστόν, ὃς καὶ προκεκήρυκται ὑπὸ τῶν προφητῶν μέλλων παραγίνεσθαι τῷ γένει τῶν ἀνθρώπων σωτηρίας κῆρυξ καὶ διδάσκαλος καλῶν μαθημάτων. μικρὰ δὲ νομίζω λέγειν πρὸς τὴν αὐτοῦ θεότητα προφητικήν τινα δύναμιν ὁμολογῶν, ὅτι προ κεκήρυκται περὶ τούτου ὃν ἔφην νῦν υἱὸν θεοῦ ὄντα. ἴσθι γὰρ ὅτι ἄνωθεν προεῖπον οἱ προφῆται περὶ τῆς τούτου ἐν ἀνθρώποις γενο μένης παρουσίας. Ῥούστικος ἔπαρχος εἶπεν· Ποῦ συνέρχεσθε; Ἰουστῖνος εἶπεν· Ἔνθα ἑκάστῳ προαίρεσις καὶ δύναμίς ἐστιν. πάντως γὰρ νομίζεις κατὰ αὐτὸ δυνατὸν συνέρχεσθαι ἡμᾶς πάντας; Ῥούστικος ἔπαρχος εἶπεν· Eἰπέ, ποῦ συνέρχεσθε, ἢ εἰς τίνα τόπον; Ἰουστῖνος εἶπεν· Ἐγὼ ἐπάνω μένω τοῦ Μυρτίνου βαλανείου παρὰ πάντα τὸν χρόνον ὃν ἐπεδήμησα τὸ δεύτερον τῇ Ῥωμαίων πόλει· οὐ γινώσκω δὲ ἄλλην τινὰ συνέλευσιν εἰ μὴ τὴν ἐκεῖ. καὶ εἴ τις ἐβούλετο ἀφικνεῖσθαι παρ' ἐμοί, ἐκοινώνουν αὐτῷ τῶν τῆς ἀληθείας λόγων. Ῥούστικος εἶπεν· Oὐκοῦν Χριστιανὸς εἶ; Ἰουστῖνος ἀπεκρίνατο· Ναί, Χρι στιανός εἰμι. Ῥούστικος ἔπαρχος Χαρίτωνι εἶπεν· Χαρίτων, καὶ σὺ Χριστιανὸς εἶ; Χαρίτων εἶπεν· Χριστιανός εἰμι θεοῦ κελεύσει. Ῥούστικος ἔπαρχος πρὸς τὴν Χαριτὼ εἶπεν· Σὺ δὲ τί λέγεις, Χαριτοῖ; Χαριτὼ εἶπεν· Χριστιανή εἰμι τῇ τοῦ θεοῦ δωρεᾷ. Ῥούστικος ἔπαρχος Eὐελπίστῳ εἶπεν· Καὶ σὺ τίς εἶ; Eὐέλπιστος εἶπεν· Κἀγὼ Χριστιανός εἰμι καὶ τῆς αὐτῆς ἐλπίδος μετέχων.