1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

1

Epitome historiarum (lib. 1318) 1 Οὕτω μὲν οὖν, ὡς εἴρηται, τῆς τοῦ πατρὸς βασιλείας ὁ μέγας Κωνσταντῖνος διάδοχος γέγονεν, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος καὶ ἐν ὀρθοδόξοις ἐπισημότατος. ὃς ἐκ τῆς μακαρίας Ἐλένης γεγέννητο τῷ πατρί, περὶ ἧς διαφωνοῦσιν οἱ συγγραφεῖς καὶ παρ' αὐτοῖς τὰ περὶ ταύτης οὐχ ὡμολόγηται. οἱ μὲν γὰρ τῷ Κώνσταντι νόμῳ γάμου φασὶν αὐτὴν συνοικεῖν, ἀποπεμφθῆναι δέ, τοῦ Μαξιμιανοῦ Ἑρκουλίου, ὡς ἔμπροσθεν εἴρηται, τὴν οἰκείαν παῖδα τὴν Θεοδώραν τούτῳ κατεγγυήσαντος καὶ ἀναδείξαντος Καίσαρα· οἱ δὲ οὐ γαμετὴν αὐτὴν γενέσθαι νόμιμον τοῦ Κώνσταντος ἱστόρησαν, ἀλλὰ πάρεργον ἐρωτικῶν ἐπιθυμιῶν, καὶ ἐξ ἐκείνου τοῦτον δὴ συλλαβέσθαι τὸν Κωνσταντῖνον. 2 ∆ιαδεξάμενος δὲ τὴν βασιλείαν τὴν πατρικὴν ἦρχε τῆς Βρεττανίας τε καὶ τῶν Ἄλπεων καὶ ἐπὶ ταύταις τῶν Γαλλιῶν, ἔτι τῇ τῶν Ἑλλήνων θρησκείᾳ προσκείμενος καὶ τοῖς χριστιανοῖς ἀντικείμενος, παρὰ Φαύστας τῆς γαμετῆς εἰς ζῆλον τῆς τῶν εἰδώλων τιμῆς ἐκκαλούμενος. θυγάτηρ δ' ἦν ἡ Φαῦστα τοῦ Μαξιμιανοῦ· αὐτὸς γὰρ καὶ ὁ πατὴρ ἀδελφαῖς συνῴκουν δυσί. Τριῶν δ' ὄντων τῶν βασιλέων, αὐτοῦ Κωνσταντίνου καὶ Λικιννίου καὶ Μαξεντίου, ὃς ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳἐκράτει, ὁ Μαξέντιος οὗτος οὐχ ὡς βασιλεύς, ἀλλ' ὡς τύραννος ἄντικρυς διῆγε, πλεῖστα δεινὰ καὶ ἄτοπα τοῖς ὑπ' αὐτοῦ τυραννουμένοις ἐπάγων, ὡς ἤδη μοι ἀναγέγραπται. ἃ μὴ φέροντες οἱ ἐν τῇ Ῥώμῃ διαπέμπονται πρὸς τὸν Κωνσταντῖνον, ἀπαλλάξαι σφᾶς τῆς τυραννίδος τοῦ Μαξεντίου δεόμενοι. ἐντεῦθεν πρὸς καθαίρεσιν αὐτοῦ διανίσταται καὶ στρατεύει καὶ πρὸς τὴν Ῥώμην χωρεῖ· ὁ δέ γε Μαξέντιος ἐπὶ πολὺ μὲν ἐντὸς καθῆστο τειχῶν, μὴ ἀντεπεξιὼν τοῖς πολιορκοῦσιν αὐτόν, 3 ὥστε καὶ σκώμματα κατ' αὐτοῦ πεποιῆσθαι ὑπό τινων. ὀψὲ δέ ποτε ἀντιπαρετάξατο, γοητείαις κεχρημένος καὶ δι' ἀνατομῆς βρεφῶν μαντευόμενος καὶ ἄλλα πράττων ἀθέμιτα, ἃ δέος ἐνεποίει τῷ Κωνσταντίνῳ. ἀγωνιῶντι γοῦν διὰ ταῦτα τύπος αὐτῷ σταυρικὸς μεσούσης ἡμέρας δι' ἀστέρος ἐφάνη κατ' οὐρανὸν καὶ γραφὴ περὶ τὸν σταυρὸν Ῥωμαϊκοῖς στοιχείοις, δι' ἀστέρων καὶ αὐτοῖς τυπουμένοις καὶ φράζουσιν "ἐν τούτῳ νίκα." ἐκ χρυσοῦ τοίνυν αὐτίκα σχεδιάσας σταυρὸν κατὰ τὸν φανέντα τύπον αὐτῷ καὶ τοῦτον κελεύσας τῆς στρατιᾶς αὐτοῦ προπορεύεσθαι, τοῖς τοῦ Μαξεντίου συρρήγνυται καὶ ὑπερτερεῖ, ὡς τοὺς πλείους τῶν ὑπ' ἐκείνῳ στρατευομένων ἀναιρεθῆναι, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἀπιδεῖν. οἷς καὶ αὐτὸς ὁ Μαξέντιος συναποδιδράσκων καὶ ἐν τῇ γεφύρᾳ γενόμενος τοῦ Τιβέριδος τῇ καλουμένῃ Βουλβίᾳ, σὺν τῷ ἵππῳ κατὰ τοῦ ποταμοῦ ἐξωλίσθησε καὶ ἀπώλετο. καὶ ὁ μὲν οὕτω διέφθαρτο· οἱ δέ γε Ῥωμαῖοι τῆς ἐκείνου τυραννίδος ἀπαλλαγέντες τὰς πύλας τῆς 4 Ῥώμης ἀναπετάσαντες εἰσεδέξαντο τὸν Κωνσταντῖνον λαμπρῶς καὶ ὡς ἐλευθερωτὴν αὐτὸν τῆς πόλεως εὐφήμουν καὶ ἀπεσέμνυνον, καὶ στήλην αὐτῷ ἐν τῇ τῆς Ῥώμης ἀγορᾷ στῆσαι κοινῶς ἐψηφίσαντο. ὁ δὲ τὸ τοῦ σταυροῦ σημεῖον ἐγκεχειρισμένην τὴν στήλην αὐτοῦ πλασθήσεσθαι διετάξατο· καὶ δόγματα δὲ μὴ κολάζεσθαι διὰ τὴν θρησκείαν τοὺς τὸν Χριστὸν σεβομένους ὡς θεὸν ἐκπεφώνηκεν. Οὕτω δὲ καὶ τῆς Ἰταλίας καὶ τῆς Ῥώμης αὐτῆς προστεθείσης τῇ βασιλείᾳ αὐτοῦ, αὐτός τε καὶ Λικίννιος ὁ ἐπ' ἀδελφῇ γαμβρὸς αὐτοῦ κατελείφθησαν βασιλεῖς. ὁ γὰρ Λικίννιος τόν τε τοῦ Μαξιμίνου υἱὸν καὶ τὴν θυγατέρα ἀπέκτεινε καὶ λοιπὸν ἑκάτερος τούτων τὸν ἕτερον ὑπεβλέπετο· ᾤετο γὰρ ἕκαστος τοῦ ἑνὸς ἐπιλείποντος αὐτὸς μόνος ἔσεσθαι μόναρχος, μὴ ὄντος τοῦ ἀμφισβητήσοντος περὶ τῆς ἀρχῆς. Οἱ μὲν οὖν οὕτω τὸν Λικίννιόν φασιν ἐγκρατῆ γενέσθαι τῆς Γαλλερίου μερίδος, κοινωνὸν παρ' ἐκείνου προσληφθέντα, ὡς εἴρηται· οἱ δὲ τῆς τοῦ Κωνσταντίνου ἀδελφῆς παρ' αὐτοῦ συζυγείσης αὐτῷ, λέγουσι τοὺς στρατιώτας τῷ Κωνσταντίνῳ χαριζομένους Καίσαρα αὐτὸν ἀνειπεῖν, καὶ παρ' ἐκείνου σταλῆναι αὐτὸν τῷ Μαξιμίνῳ ἀντιπαραταξόμενον, νενικηκότι δ' ἐκεῖνον καὶ κατατροπωσαμένῳ