1

1

In sanctos martyres (fragmentum) (homilia 17) [Dub.]

̔Ησυχίου, ἀπὸ ἐγκωμίων εἰς μάρτυρας.

1 Ὑμεῖς οὖν, ἄνδρες ἀδελφοὶ καὶ πατέρες, τὸν πολυανθῆ κῆπον εἰσελθόντες τοῦ Πνεύματος προθύμως ἐκεῖθεν τὰς ἀρετὰς τρυγήσατε, μὴ μίαν ἀλλὰ πολλάς, μᾶλλον δὲ μὴ πολλὰς ἀλλὰ πάσας· ἀρετὴ γὰρ ἀρετῆς χρῄζει, ἐπειδὴ καὶ πτεροῦ πτερὸν καὶ τροχοῦ τροχὸς καὶ βαθμὸς βαθμίδος καὶ κώπη κώπης καὶ πηδαλίου πηδάλιον. Ἐὰν μὴ ζεύξῃς λίθῳ λίθον, ὁ πύργος εἰς ὕψος οὐκ ἐγήγερται· τὸν αὐτὸν δὴ τρόπον, ἐὰν μὴ νόμον ἐπὶ νόμον κατορθώσωμεν, τὸν οὐρανὸν οὐ φθάνομεν· ἐὰν μὴ συνάψῃς ἐντολὴν ἐντολῇ, ἀτελὴς ὁ δρόμος. Καὶ πῶς ἐπιβάλλεσθαι τοῦ στεφάνου δυνάμεθα; Καλὸν ἡ νηστεία, ἀλλὰ χωρὶς προσευχῆς οὐκ ἐπιπατεῖ δαίμοσιν· «Τοῦτο γάρ», φησίν, «τὸ γένος οὐκ ἐξέρχεται εἰ μὴ ἐν νηστείᾳ καὶ προσευχῇ.» Καὶ καλὸν μὲν ἡ προσευχή, ἀλλὰ χωρὶς ἐλεημοσύνης εἰς οὐρανὸν ἀναβῆναι οὐ δύναται· ἀκήκοας γὰρ τοῦ ἀγγέλου πρὸς τὸν Κορνήλιον λέγοντος· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ.» Οὐκοῦν ἡ ἐλεημοσύνη τὴν προσευχὴν εἰς οὐρανὸν ἐβάστασεν. Θαυμαστὴ μὲν οὖν ἡ ἐλεημοσύνη, ἀλλὰ χωρὶς πίστεως ἁμαρτημάτων οὐκ ἐργάζεται λύτρωσιν· «Ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Ζηλωτὸν ἡ πραότης, ἀλλὰ χωρὶς τῆς ταπεινώσεως βασιλικὸν ἀποτελέσαι χαρακτῆρα οὐ δύναται· «Μάθετε γὰρ ἀπ' ἐμοῦ, φησίν, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Καλὸν ἡ πίστις ὡς καὶ τὸ βραχύτατον αὐτῆς ὄρη δύνασθαι μεθιστᾶν, ἀλλὰ χωρὶς ἀγάπης εἰκαία καὶ περιττὴ καθέστηκεν· «Κἂν ἔχω γὰρ πίστιν», φησίν, «ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.» Σπουδάσωμεν οὖν, ἀγαπητοί, τὰς ἀρετὰς ταύτας μετελθεῖν, ἵνα τῆς τῶν οὐρανῶν βασιλείας καταξιωθῶμεν. Μὴ ἴσθι, ἀγαπητέ, περὶ μὲν τὴν πίστιν σπουδαῖος, περὶ δὲ τὴν σπουδὴν ὀκνηρότερος, μὴ περὶ μὲν τὰς γραφὰς φιλόπονος, περὶ δὲ τὰ ἤθη ἀφιλόσοφος· πλουτεῖν γὰρ δεῖ ἐν ἔργοις ἀγαθοῖς, ἐν λόγῳ, ἐν σοφίᾳ, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν ἀνδρείᾳ, ἐν εὐσεβείᾳ, ἐν φρονήσει καὶ ὁσιότητι· ὥσπερ γὰρ ἡ κακία καὶ πρὸ τῆς γεέννης κολάζει τοὺς μετιόντας αὐτήν, οὕτως ἡ ἀρετὴ τοὺς ἐργαζομένους αὐτὴν καὶ πρὸ τῆς βασιλείας παρασκευάζει τρυφᾶν.