1

 2

 3

 4

 5

 6

 7

 8

1

Homilia ii in sanctum Longinum centurionem (homilia 20) [Dub.]

Τοῦ Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον.

1 Οἱ τῆς ἀθλήσεως νικηταί, οἱ οὐρανοπολῖται, οἱ τοῦ Χριστοῦ στρατιῶται, οἱ

τῆς βασιλείας κληρονόμοι, οἱ τοῦ κόσμου πρὸς κύ ριον πρεσβευταί, οἱ τῶν χερουβὶμ πάρεδροι καὶ νοσούντων ἰατροί, οἱ λεπρῶν καθαρισταὶ καὶ δαιμόνων φυγαδευταί, οἱ τῆς πίστεως μάρτυρες, οἱ τῶν εἰδώλων πατηταί, οἱ διὰ τοῦ σώματος τὸν διά βολον πατήσαντες καὶ βασάνους μηδὲν ἡγησάμενοι, οἱ θηρία φι μώσαντες καὶ ξίφη ἀμβλύναντες, οἱ ὑπὸ Χριστοῦ σφραγισθέντες καὶ ὑπὸ αὐτοῦ γνωσθέντες, τὰ καλὰ ἄνθη τῶν ἐκκλησιῶν, <οἱ> πρεσ βευταὶ δυνατοί, <οἱ> ἀστέρες τῆς οἰκουμένης, οἱ ἅγιοι πρωτομάρτυ ρες Ἰωάννης ὁ βαπτιστής, Στέφανος, Λογγῖνος ὁ ἑκατόνταρχος.

2 Τοῦ γὰρ δεσπότου ἡμῶν «Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος γεν νηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», ἀνηγγέλη τῷ βασιλεῖ Ἡρῴδῃ ὅτιπερ γεγέννηται βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ δὲ Ἡρῴδης δεξάμενος τὴν εὐαγγελίαν, πρὸς ὀλίγον μὲν ταμιευσάμενος ἐπὶ τῇ ἐλ πίδι τῶν Μάγων, μετέπειτα δὲ θυμομαχήσας, ἀπέστειλεν Λογγῖνον τὸν ἑκατόνταρχον λέγων· «Ἄπελθε, μάθε ἀκριβῶς εἰ γεγέννηται βασιλεύς, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ, ὅτι ἐνεπαίχθην ὑπὸ τῶν Μάγων ἐκείνων.» Ὁ δὲ Λογγῖνος ἀπερχόμενος εἰς Βηθλεὲμ τῆς Ἰουδαίας εἶδεν ἐν τῇ ὁδῷ φῶς μέγα περιλάμψαν αὐτόν, ἤκου σεν δὲ φωνῆς λεγούσης πρὸς αὐτόν· «∆εῦρο, Λογγῖνε, ὁ ἀγαπητός μου, καὶ ποιήσω σε ἑκατόνταρχον ἁγίων μαρτύρων.» Ὁ δὲ πε σὼν ἐπὶ τὴν γῆν προσεκύνησεν τῷ δεδωκότι αὐτῷ τὴν φωνὴν καὶ εἶπεν· «Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, κύριε, ὁ θεός», καὶ ἀπ ῆλθεν εἰς Βηθλεὲμ τῆς Ἰουδαίας προσκυνῆσαι τῷ παιδίῳ, τῷ κυ ρίῳ Ἰησοῦ Χριστῷ. Καὶ εἶπεν πρὸς αὐτόν· «Χαῖρε, βασιλεῦ τοῦ κόσμου».

3 Καὶ ἀναλύσας πρὸς Ἡρῴδην εἶπεν πρὸς αὐτόν· «Ὄντως ὁ γεννηθεὶς θεοῦ υἱός ἐστιν, βασιλεὺς καὶ λυτρωτὴς παντὸς τοῦ κό σμου.» Θυμωθεὶς δὲ ὁ Ἡρῴδης εἶπεν πρὸς αὐτόν· «Σὺ μαρτυρεῖς περὶ αὐτοῦ ἐνόρκως;» Ὁ δὲ ἑκατόνταρχος Λογγῖνος λέγει δευ τερώσας· «Ἀληθῶς θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου.» Εἶ πεν δὲ ὁ Ἡρῴδης πρὸς Λογγῖνον· «Ποίαν δύναμιν ἑωρακὼς γι νομένην ὑπ' αὐτοῦ ταῦτα λέγεις καὶ αὐτὸν θεοῦ υἱὸν εἶναι νομίζεις;» Ὁ δὲ ἅγιος τοῦ θεοῦ Λογγῖνος εἶπεν πρὸς τὸν Ἡρῴδην· «Πορευόμενος ἐγὼ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας καὶ διαλογιζόμενος ἐν ἑαυ τῷ τίς ἂν εἴη ἄρα ὁ γεννηθείς, καὶ ἰδοὺ ἐν τῇ ὁδῷ ἐξαίφνης περι ήστραψέν μοι φῶς μέγα καὶ γέγονα ὥσπερ ἐν ἐκστάσει, καὶ ηὑρέ θην ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, καὶ ἐθεώρουν «τοὺς οὐρανοὺς ἀνεῳγ μένους καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνον τας ἐπὶ τὸν» νήπιον καὶ σεβομένους αὐτόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐπ' αὐτῷ καὶ δύναμιν καὶ δόξαν ἐπισκιάζουσα<ν> ἐπ' αὐτῷ, καὶ ἐγὼ ἔγνων καὶ ἐπείσθην καὶ ἐπίστευσα ὅτι ὄντως θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου ὁ Χριστός.»

4 Ὁ δὲ βασιλεὺς Ἡρῴδης εἶπεν πρὸς Λογγῖνον· «Τὸ ἥμισυ τῆς βασιλείας μου δίδωμί σοι, ἐὰν δῷς μοι αὐτὸν εἰς τὰς χεῖράς μου.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν πρὸς Ἡρῴδην· «Ἐγὼ μετεστρατευσάμην εἰς τὴν τοῦ αἰωνίου βασιλέως στρατιὰν καὶ οὐ δύναμαι τοῦτο ποιῆσαι· ἐὰν δὲ θέλῃς, πίστευσον καὶ σύ, καὶ γενήσει κληρονόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας· τούτου γὰρ ἕνεκεν ἀπολύσας εἶ πον· ἀπελθὼν πρὸς αὐτὸν εὐαγγελιοῦμαι αὐτῷ, ὅπως γένηται κληρο νόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας, καὶ τιμῆς πολλῆς ἀξιωθῶ, ὅτι προσήνεγκά σοι εὐαγγελίαν ἀγαθήν.»