1

 2

 3

1

Homilia ii in sanctum Lazarum (homilia 12)

Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν τετραήμερον Λάζαρον.

1 Φιλῶ τὸ τῆς ἐκκλησίας χωρίον, τὸ πνευματικόν μοι τοῦτο συναγούσης

συμπόσιον· συμπόσιον γὰρ θεοῦ τῆς ἐκκλησίας ὁ σύλλογος, κρατῆρι μὲν μυστικῷ ποτιζόμενος, ἀμνῷ δὲ ζωο ποιῷ σιτιζόμενος· ἐπειδὴ γὰρ ὁ τῶν ἀγγέλων βασιλεὺς τῇ γῇ ἐπεδήμησεν, συμπόσια τοῖς πιστοῖς καὶ τρυφαὶ συγκεκρότηνται καὶ τὸ τῆς φύσεως πένθος εἰς τὸν πρόξενον τοῦ πένθους ἀνέστραπται ἐκ τῶν τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐναρξαμένων χρόνων· ἡ γὰρ φύσις, εὐθέως τοῦ δεσποτικοῦ φέγγους λαβοῦσα τὴν αἴσθησιν, χαρᾶς ἦν ἐκ προοιμίων καὶ σκιρτημάτων ἀνάπλεως. Ἔτικτον στεῖραι προδρόμους τῆς χάριτος, ἐν αὐταῖς ἔπαιζον ἀγαλλιῶντα ταῖς μήτραις τὰ ἔμβρυα· «Ἐσκίρτησε γὰρ τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς ἐν ἀγαλλιάσει.» Ἐπ' ἀλοχεύτῳ παρθένος ἐμακα ρίζετο τόκῳ, οὐρανὸς ἄνωθεν δι' ἀστέρος Μάγους ἐκάλει, ἀγ γέλων πλήρης ἡ γῆ τοῖς ἐν τῇ γῇ συγχαιρόντων, ἠφίεσαν οὓς εἶχον οἱ δαίμονες, ἀπέλυον αἱ νόσοι τὰ σώματα· ἔνθεν τρέχων ἀπήντα παράλυτος, ἐκεῖθεν τυφλὸς ἐξανίστατο βλέπων, ἐνταῦθα λεπρὸς ἀπενίπτετο λέπραν, ἐκεῖ πολυαιμάτου πάθους ἐξηραίνετο λίμνη, οὗτος ἐκ μογιλάλου κατεσκεύαστο λάλος, ἄλλος πρὸς ἀκρόασιν τῶν ὤτων ἀνάκτησιν εἰς δεξίωσιν λόγων πεφραγμένων τὸ πρὶν ἐκαρπίζετο σύντομον.

2 Καὶ τί δεῖ λέγειν τὴν ἀφύτευτον ἐν γάμοις οἰνοποσίαν, τοὺς ἐκ μνημάτων ἐξαλλομένους νεκρούς; «Νεανίσκε», γάρ, φησίν, «σοὶ λέγω, ἐγέρθητι»· καὶ γοργὸς ἦν ἀκροατὴς τῆς φωνῆς ὡς πλασά μενος νεκρὸν καὶ οὐκ ἀληθῶς τεθνηκώς. Ἔλυσε καὶ τὸν Λάζαρον ὁ τάφος, ἀλλ' οὕτω καλούμενος ἔσπευσεν ὡς ἐσπαργανωμένος ἐπιδείξασθαι δρόμον, ὁ τετάρτην ἡμέραν κατασαπεὶς ἐν τῷ μνή ματι, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τοῦ σώματος διασπασθεὶς ἁρμονίαν καὶ τῆς φθορᾶς μάρ τυρα τοῦ τάφου κεκτημένος τὸ δυσῶδες. Ἀλλ' ἡ τῆς ζωῆς εὐοσμία τὴν τῶν σπλάγχνων ἀνεχάλκευσε λύσιν καὶ γέγονε τῷ κειμένῳ μήτρα τὸ μνῆμα καί, καθάπερ ἐν γαστρὶ σπαρεὶς οὐκ ἐν μνήματι, νεόπλαστος ἐξήλατο Λάζαρος ὁ παλαιὸς καὶ νέος ἄνθρωπος.

3 Ὢ καινῆς θαυματοποιίας. Ἄνθρωπον ἡμῖν εἰς ζωὴν ἐκυοφόρησε τάφος, τοῖς ἐνταφίοις ὥσπερ τι βρέφος ἐνειλημμένον σπαργάνοις· ἡ γὰρ τοῦ δεσπότου φωνὴ τῷ νεκρῷ γνωρισθεῖσα μετὰ τῶν σπαργάνων ἐκ τοῦ μνήματος εἷλκεν αὐτόν· «Λάζαρε», φησίν, «δεῦρο ἔξω.» Καὶ τῷ λόγῳ ταχέως ὁ νεκρὸς συνεξήρ χετο, συνδραμόντων ἀλλήλοις τῶν μελῶν ἐν τῷ τάφῳ· πρὸς τὴν οἰκείαν ὁ ὀφθαλμὸς ἐπανήρχετο τάξιν, τὴν ἰδίαν ἡ ῥὶς κατελάμ βανε χώραν, πρὸς τὸ πρότερον παρειαὶ κατηπείγοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγγετο, ἡ τῶν χειρῶν πρὸς κίνησιν εὐτρεπίζετο συζυγία, ἄρθρων ἁρμονίαι συνήγοντο, δακ τύλων συνετίθετο τάξις, νεύρων ἀνεδεσμοῦντο συνθῆκαι, ὀστέων ἐνεδύετο φύσις, διετείνοντο σὺν φλεψὶν ἀρτηρίαι, μυελὸς ἀνεπλάτ τετο, ὑμένες ὑφαίνοντο, εὐθετίζοντο τρίχες.

4 Βραδὺν τῷ λόγῳ τῶν μελῶν κατεσκεύαζον τὸν δρόμον. Ὥσπερ ἐκ συνθέματος ἵππος, οὕτως ἐκ τῆς τοῦ δεσπότου φωνῆς νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα ὁμοῦ καὶ κληθεὶς καὶ πλασθεὶς καὶ φανεὶς ἐκ τοῦ μνήματος. «Λάζαρε, δεῦρο ἔξω.» Πρὶν εἰπεῖν «ἀνάστηθι», προστάττει τὴν ἔξοδον. Κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρῶτον, δέσποτα, εἶθ' οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον. Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον τῷ κειμένῳ κηρύττεις; - «Ναὶ κειμένῳ», φησίν,