1

 2

 3

 4

1

Homilia i de Hypapante (homilia 1)

̔Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

1 Ἡ μὲν ἑορτὴ λέγεται καθαρσίων, ἣν οὐκ ἄν τις ἁμάρτοι ἑορτῶν εἰπὼν

ἑορτήν, σαββάτων σάββατον, ἁγίων ἁγίαν προσα γορεύσας· ὅλον γὰρ ἀνακεφαλαιοῦται τὸ τῆς σαρκώσεως τοῦ Χριστοῦ μυστήριον, ὅλην διαγράφεται τὴν τοῦ μονογενοῦς υἱοῦ παράστασιν. Ἐν ᾗ βρέφος ὁ Χριστὸς ἐβαστάχθη καὶ θεὸς ὡμο λογήθη, καὶ ἐν ἀγκάλαις προσηνέχθη ὡς ἐπὶ θρόνου ὁ τῆς ἡμετέ ρας φύσεως ποιητὴς καθήμενος, καὶ ζεῦγος τρυγόνων λογικῶν τῷ Συμεὼν καὶ τῇ Ἅννᾳ προσέφερεν. Αὐταῖς δέ, εἰ δοκεῖ, ταῖς εὐαγγελικαῖς παρεμβάλωμεν λέξεσι· θεοῦ γὰρ ἐκεῖ παρεμβολὴν ὀψόμεθα. Οὕτω τοίνυν ἡμῖν τῆς ἑορτῆς ὁ Λουκᾶς τὴν ἱστορίαν ἐξέθετο· «Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παρα στῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἐχρῆν τὸν δουλεύσαντα δι' ἡμᾶς προσφέρειν ὑπὲρ ἡμῶν καθάρσια, τὸν αἵματος οἰκείου μὴ φει σάμενον ζεύγους τρυγόνων μὴ φείσασθαι. Ἰδοὺ τοίνυν κατὰ τὸν νόμον ὑπὲρ νόμον ὡς νομοθέτης ἐργάζεται καί, τὴν ἐλευθε ρίαν αὐτὸς παρέχων τοῦ πνεύματος, τὴν δουλείαν ὅμως οὐ παραιτεῖται τοῦ γράμματος· οὐκ ἀθετεῖ Μωυσέα, ἵνα κατὰ καιρὸν μάρτυς ἀξιόπιστος γένηται.

2 «Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωυσέως.» «Αὐτῶν», τίνων; Ἰωσὴφ μὲν γὰρ οὔτε πατὴρ ἦν, οὔτε ὑπεύθυνος καθαρσίων, ἀλλ' οὔτε Μαρία, οὔτε τὸ βρέφος τῶν καθαρσίων ἐδέοντο· λέγεται γὰρ οὕτως· «Γυνή, ἥ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» Ἀλλ' ἡ Μαρία οὐκ ἐσπερματίσθη, οὐκοῦν καθαρσίων οὐκ ἐδέετο. «Γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέ κῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» ∆ιὰ τί; Ἐπειδὴ Ἀδὰμ δεύτερον εἰς τὸν βίον εἰσήγαγεν. «Ἐὰν δὲ τέκῃ θῆλυ, δὶς ἑπτὰ ἀκάθαρτος ἔσται.» Τίνος χάριν ἐνταῦθα τὰς ἡμέρας διπλασίονας ἔταξεν; Ἐπειδὴ Εὔα πάλιν ἀπὸ τῆς Εὔας τίκτε ται, γυνὴ γεννᾶται τὸ σαθρὸν σκεῦος, τὸ ἀσθενὲς ἀγγεῖον, τὸ συντετριμμένον κεράμιον, ἡ βακτηρία τῆς ἀπάτης, ἡ χειραγωγὸς τῆς παρακοῆς, ἡ τοῦ δράκοντος σύμβουλος. Ἀλλ' ὥσπερ ἤκου σας γυναικὸς τὰ ἐγκλήματα, δεῦρο καὶ τὸ ἐξ αὐτῆς κατόρθωμα μάνθανε. Γυνὴ παρθενίαν τῷ βίῳ εἰσήγαγεν, ἐχώρησεν ἐν τῇ γαστρὶ τὸν θεὸν ὃν ἡ κτίσις χωρῆσαι οὐ δύναται, ἔτεκεν ἐν σαρκὶ τοῦτον ὅστις ἡμῶν τὸ γένος ἀνέπλασεν· πρώτη τὸν Ἰησοῦν ἐκ νεκρῶν ὑπεδέξατο, πρώτη τοῦ κηρύγματος τῆς ἀναστάσεως ἤρ ξατο, πρώτη τὴν χαρὰν τοῖς μαθηταῖς ἐμήνυσεν. «Γυνὴ ἥτις», φησίν, «ἐὰν σπερματισθῇ.» Ἡ θεοτόκος δὲ γυνὴ μὲν ἦν, τὰ γυ ναικῶν δὲ οὐ πέπονθεν· σπέρμα γὰρ ἀνδρὸς ἡ γαστὴρ οὐκ ἐδέ ξατο, οὐκ εἶδεν ἄροτρον ὁ τῆς Μαρίας ἀγρός, ὁ παρθενικὸς ἀμπε λὼν οὐχ ὑπέμεινε δίκελλαν, ὥστε οὐχ ὑπὲρ αὐτῆς ἡ προσφορά, ὑπὲρ ὅλου δὲ τοῦ γένους ἐγένετο. Ἡμῶν γὰρ ἕνεκα περιτέμνε ται ὁ Χριστός, ὑπὲρ ἡμῶν καὶ βαπτίζεται, ἐφ' ἡμῖν τελεῖται τὰ τοῦ νόμου καθάρσια. Ἐὰν δακρύσῃ, τὴν φύσιν ἐκπλύνει· ἐὰν ῥαπισθῇ, τὴν ἡμετέραν αἰχμαλωσίαν ἐλευθεροῖ· ἐὰν βαστά σῃ τὸν σταυρόν, ἡμᾶς κουφίζει τοῦ ζυγοῦ τῆς ἁμαρτίας· ἐὰν ἐμπτυσθῇ, τὸν Ἀδὰμ ἀπαλλάττει τοῦ τῆς κατάρας ἐμπτύσμα τος.

3 «Ὅτε ἐπλήσθησαν», φησίν, «αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, καθὼς γέγραπται ἐν νόμῳ κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον