1

 2

 3

 4

1

Fragmenta FRAGMENTA HEGESIPPI, QUI POST MEDIUM SAECULUM SECUNDUM

COMMENTARIOS SUOS CONSCRIPSIT. Ex Incerto Libro COMMENTARIORUM ACTUUM ECCLESIASTICORUM.

Ἦσαν δὲ γνῶμαι διάφοροι ἐν τῇ τῇ περιτομῇ ἐν υἱοῖς Ἰσραὴλ, τῶν κατὰ τῆς

φυλῆς Ἰούδα καὶ τοῦ Χριστοῦ, αὗται· Ἐσσαῖοι· Γαλιλαῖοι· Ἡμεροβαπτισταί· Μασβωθαῖοι· Σαμαρεῖται· Σαδδουκαῖοι· Φαρισαῖοι.Haec Eusebius attulit lib. iv. Hist. c. 22. ἀπὸ τούτων δηλαδὴ τῶν αἱρετικῶν κατηγοροῦσι τινὲς Συμεῶνος τοῦ Κλωπᾶ, ὡς ὄντος ἀπὸ ∆αβὶδ καὶ Χριστιανοῦ. καὶ οὕτω μαρτυρεῖ ἐτῶν ὢν ἑκατὸν εἴκοσιν, ἐπὶ Τραϊανοῦ Καίσαρος καὶ ὑπατικοῦ Ἀττικοῦ. φησὶ δὲ ὁ αὐτὸς, 208 Hegesippus ὡς ἄρα καὶ τοὺς κατηγόρους αὐτοῦ, ζητουμένων τότε τῶν ἀπὸ τῆς βασιλικῆς Ἰουδαίων φυλῆς, ὡσὰν ἐξ αὐτῆς ὄντας, ἁλῶναι συνέβη.

Haec Eusebius lib. iii. Hist. c. 32.Ex libro quinto, sive ultimo,

ejusdem Operis. DE MARTYRIO S. JACOBI JUSTI.

∆ιαδέχεται δὲ τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων, ὁ ἀδελφὸς τοῦ Κυρίου Ἰάκωβος, ὁ ὀνομασθεὶς ὑπὸ πάντων δίκαιος ἀπὸ τῶν τοῦ Κυρίου χρόνων μέχρι καὶ ἡμῶν. ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο· οὗτος δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν. Οἶνον καὶ σίκερα οὐκ ἔπιεν, οὐδὲ ἔμψυχον ἔφαγε· ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη· ἔλαιον οὐκ ἠλείψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι. οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναόν· ηὑρίσκετό τε κείμενος ἐπὶ τοῖς γόνασι, καὶ αἰτούμενος ὑπὲρ τοῦ λαοῦ ἄφεσιν· ὡς ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου, 209 διὰ τὸ ἀεὶ κάμπτειν ἐπὶ γόνυ προσκυνοῦντα τῷ Θεῷ, καὶ αἰτεῖσθαι ἄφεσιν τῷ λαῷ. διὰ γέτοι τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ, ἐκαλεῖτο ∆ίκαιος καὶ Ὠβλίας· ὅ ἐστιν Ἑλληνιστὶ περιοχὴ τοῦ λαοῦ καὶ δικαιοσύνη, ὡς οἱ προφῆται δηλοῦσι περὶ αὐτοῦ. τινες οὖν τῶν ἑπτὰ αἱρέσεων τῶν ἐν τῷ λαῷ, τῶν προγεγραμμένων μοι ἐν τοῖς ὑπομνήμασιν, ἐπυνθάνοντο αὐτοῦ, τίς ἡ θύρα τοῦ Ἰησοῦ· καὶ ἔλεγε τοῦτον εἶναι τὸν Σωτῆρα. ἐξ ὧν τινὲς ἐπίστευσαν, ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστός. αἱ δὲ αἱρέσεις αἱ προειρημέναι, οὐκ ἐπίστευον οὔτε ἀνάστασιν, οὔτε ἐρχόμενον ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον. πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων, ἦν θόρυβος τῶν Ἰουδαίων καὶ γραμματέων καὶ φαρισαίων λεγόντων, ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰησοῦν τὸν Χριστὸν προσδοκᾷν. ἔλεγον οὖν συνελθόντες τῷ Ἰακώβῳ· Παρακαλοῦμέν σε· ἐπίσχες τὸν λαὸν, ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ 210 Χριστοῦ. παρακαλοῦμέν σε πεῖσαι πάντας τοὺς ἐλθόντας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ. σοὶ γὰρ πάντες πειθόμεθα. ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ πᾶς ὁ λαὸς, ὅτι δίκαιος εἶ, καὶ ὅτι πρόσωπον οὐ λαμβάνεις. πεῖσον οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ πλανᾶσθαι. καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες πειθόμεθά σοι. στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ἵνα ἄνωθεν ᾖς ἐπιφανὴς, καὶ ᾖ εὐάκουστά σου τὰ ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνεληλύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν. ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ φαρισαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ναοῦ, καὶ ἔκραξαν αὐτῷ καὶ εἶπον· ∆ίκαιε ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰησοῦ. καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ· τί με ἐπερωτᾶτε περὶ Ἰησοῦ τοῦ