1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

Testimonia adversus Judaeos

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΚΛΟΓΑΙ ΜΑΡΤΥΡΙΩΝ ΠΡΟΣ ΙΟΥ∆ΑΙΟΥΣ ΑΠΟ ΤΗΣ ΠΑΛΑΙΑΣ

Μετά τινος ἐπεξεργασίας περὶ τῆς ἁγίας Τριάδος· ὅτι Λόγον, καὶ Πνεῦμα ἔχει

ὁ Θεὸς, κατὰ τὰς Γραφάς· Λόγον ἐνυπόστατον καὶ ζῶντα, καὶ Πνεῦμα ὡσαύτως. Λέγει ∆αβὶδ ἐν δευτέρῳ καὶ τριακοστῷ ψαλμῷ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ

ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ τῶν.» Οὐ Λόγος οὖν ὑπάρχει ἀέρος τύπωσις σημαντικὴ διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη, οὔτε Πνεῦμα στόματος ἀτμὸς, ἐκ τῶν ἀναπνευστικῶν μερῶν ἐξωθούμενος, ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ἐν ἀρχῇ, καὶ Θεὸς ὤν· Πνεῦμα δὲ στόματος Θεοῦ, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Τρία τοίνυν νόει, τὸν προστάττοντα Κύριον, τὸν δημιουργοῦντα Λόγον, τὸν στερεοῦντα, τουτέστι τὸ Πνεῦμα· τὴν γὰρ στερέωσιν, τὸν ἁγιασμὸν εἶπε καὶ τὴν συμπλήρωσιν. Ἵνα δὲ μάθῃς ὅτι οὐ τούτῳ λέγει τῷ προφορικῷ, ἀλλὰ τῷ ἐνυποστάτῳ, ὁ αὐτὸς ἀλλα χοῦ λέγει· «Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Λόγος δὲ ἀνυπόστατος οὐκ ἀποστέλλεται. Καὶ πάλιν· «Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐ τοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.» 46.196 Καὶ πάλιν· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» «Τίς ἔστη ἐν ὑποστηρίγματι Κυρίου, καὶ εἶδε τὸν Λόγον αὐτοῦ;» Λόγος δὲ ἀνθρώπου οὐ θεωρεῖται. Ὁρᾷς, ὅτι οὐκ ἀκουστὸν, ἀλλ' ὁρατὸν Λόγον λέγει, δῆλον τὸν ἐνυπόστατον, ὁπότε κατὰ τὸν εἰκότα λογι σμὸν, οὐδὲ χώραν ἔχει ἐπὶ Θεοῦ τὸ τοῦ ἀνυποστάτου λόγου. Ἡμᾶς γὰρ ἐκόσμησεν ὁ ∆ημιουργὸς λόγῳ, διὰ τὰς πρὸς ἀλλήλους συνουσίας, καὶ τὸ γινώσκειν ἡμᾶς τὰ ἀλλήλων διὰ τοῦ λόγου. Συντελεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα πρὸς τὴν τοῦ σώματος σύστασιν, διὰ τὸ προσίεσθαι, καὶ πάλιν ἀπωθεῖσθαι αὐτό· ἐπὶ δὲ Θεοῦ, τοῦ καὶ μόνου ἀσωμάτου, οὐ δυνατὸν ὑπολαβεῖν ταῦτα. «Ἔτη τελεῖς, ὁ Θεὸς, τῇ δυνάμει σου. Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.» Ἐκ προσώπου τῆς Σοφίας, τουτέστι τοῦ Υἱοῦ, «Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· καὶ ἐγὼ ἤμην, ᾗ ἔχαιρε· καθ' ἡμέραν ηὐφραινόμην τῷ προσώπῳ αὐτοῦ.» Ποίαν οὖν ἔχει χώραν ταῦτα, εἰ μὴ ἦν ἐνυπόστατον πρόσωπον; Οὐ γάρ ἐστιν ἄλλος, πρὸς ὃν διαλεχθῇ· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἀλλ' ἤρκεσεν αὐτῷ μόνη βούλησις εἰς τὴν τῶν πάντων δημιουργίαν. Εἴρηται γάρ· «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων.» Τὸ ἐνυπόστατον τοῦ ἁγίου Πνεύματος θάλποντος καὶ ζωογονοῦντος εἰς τὴν μέλλουσαν γονὴν τὰ πάντα, τῆς Γραφῆς δηλούσης. Ὧν οὕτως ἐχόντων, σαφὴς ἡ τῆς ἁγίας Τριάδος, Πα τρὸς, φημὶ, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἀπόδειξις. Αὕτη γοῦν πρὸς ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς τὸ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Μεμορφώμεθα γὰρ νοητῶς πρὸς τὴν εἰκόνα τοῦ Μονογενοῦς.

Καὶ πάλιν· «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.» Ὅτιδὲ διὰ τοῦ Λόγου τὰ πάντα ἐδημιούργησεν ὁ Θεὸς, σαφὲς ἀφ' ὧν ἐπὶ ἑκάστου τῶν δημιουργημάτων γέγραπται τὸ, «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω,» τῆς Γραφῆς σημαινούσης τὴν διὰ τοῦ Λόγου δημιουργίαν· εἰ γὰρ μὴ τοῦτο ἦν, ἤρκει εἰπεῖν· Καὶ ἐποίησεν ὁ Θεὸς οὐρανὸν, καὶ γῆν, καὶ τὰ λοιπά· καὶ πάλιν· Προστάξαντος τοῦ Θεοῦ ἐγενήθη τὸ στερέωμα· καὶ πάλιν, ∆ιεχώρισεν ὁ Θεός. Καὶ ὅταν ἀκούσῃς τὸ, «Εἶπεν ὁ Θεὸς,» εὐθὺς τῇ ἐννοίᾳ σύναγε τὸν ἀκούσαντα τοῦ εἰπόντος· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς φωστῆρας.» Τίς εἶπε, καὶ τίς ἤκουσε; Καὶ ἐπὶ πλείοσι τόποις τῆς