1

 2

 3

 4

 5

1

De professione Christiana ad Harmonium

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΑΠΜΟΝΙΟΝ ΠΕΡΙ ΤΟΥ ΤΙ ΤΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΕΠΑΓΓΕΛΜΑ

Ὅπερ ποιοῦσι πρὸς τοὺς κρατοῦντας οἱ τοῖς ἡμερινοῖς ὑποκείμενοι φόροις, εἰ

πλειόνων ἡμερῶν ἐλλειφθείη τὸ χρέος, ἀθρόως τῶν κατὰ μέρος ὀφλημάτων ἀποτιννύντες ἐν κεφαλαίῳ τὸ ὄφλημα, εἴ τινος ἐπιτύχοιεν εὐπορίας, τοῦτο ποιήσω καὶ αὐτὸς ἐπὶ τῆς σεμνότητός σου. χρεωστῶν γάρ σοι τὸ συνεχῶς ἐπιστέλλειν (διότι τοῖς Χριστιανοῖς ἡ ἐπαγγελία χρέος ἐστί), τὴν ἐν τῷ παρελθόντι χρόνῳ τῶν γραμμάτων ἔλλειψιν, ἣν ἀκουσίως πεποίημαι, νῦν ἀναπληρῶσαι βούλομαι, τοσοῦτον ἐκτείνας τῆς ἐπιστολῆς τὸ μέτρον, ὥστε πρὸς τὰ συνήθη μέτρα τῶν γραμμάτων διαιρουμένην ἀντὶ πολλῶν νομισθῆναι. ὡς δ' ἂν μὴ μάτην ἀδολεσχοίην τῷ μήκει τοῦ γράμματος, καλῶς ἔχειν ἡγοῦμαι διὰ τῆς ἐπιστολιμαίου ταύτης φωνῆς τὴν κατὰ πρόσωπον ἡμῶν συνουσίαν μιμήσασθαι. μέμνησαι γὰρ πάντως, ὅτι τῶν πρὸς ἀλλήλους πάντοτε ἡμῖν λόγων αἱ ἀφορμαὶ μελέται πρὸς ἀρετὴν καὶ γυμνάσιον πρὸς θεοσέ 8,1.130 βειαν ἦσαν, σοῦ μὲν ἐπιστατικῶς ἀεὶ τοῖς λεγομένοις ἀνθυποφέροντος καὶ οὐδὲν ἀνεξετάστως παραδεχομένου τῶν λεγομένων, ἡμῶν δὲ διὰ τὸ προήκειν τῷ χρόνῳ τὰ ἑκά στοτε παρὰ τῆς τοῦ λόγου ἀκολουθίας ἐπιζητούμενα δια λυόντων. εἰ μὲν οὖν ἦν δυνατὸν καὶ νῦν γίνεσθαι οὕτως, ὥστε παρὰ τῆς σῆς συνέσεως δίδοσθαι τῷ λόγῳ τὴν ἀφορμήν, τῷ παντὶ κρεῖττον ἂν ἦν τὸ τοιοῦτον· διχόθεν γὰρ ἂν ὑπῆρχεν ἀμφοτέροις τὸ κέρδος ἔκ τε τοῦ προσορᾶν ἀλλήλους (οὗ τί γλύκιον τῶν κατὰ τὸν βίον ἐμοί;) καὶ ἐκ τοῦ παρὰ τῆς σῆς φρονήσεως πλήκτρου δίκην τὴν γηραιὰν ἡμῶν ἀνακινεῖσθαι κιθάραν. ἐπεὶ δὲ ἡ τοῦ βίου ἀνάγκη διεστάναι ἡμᾶς παρασκευάζει τῷ σώματι, κἂν ἀεὶ τὰς ψυχὰς συναπτώμεθα, ἀναγκαῖον ἂν εἴη καὶ τὸ σὸν πρόσωπον ὑποδύεσθαι, εἴ πού τις ἀντίρρησις πρὸς τὸν λόγον κατὰ τὸ ἀκόλουθον ἡμῖν ἀναφανείη. καλῶς δ' ἂν ἔχοι πρῶτον ὑπόθεσίν τινα τῶν ψυχωφελῶν προθεῖναι τῷ τῶν γραμμάτων σκοπῷ, εἶθ' οὕτω πρὸς τὸ προκείμενον ἀσχοληθῆναι τῷ λόγῳ.

οὐκοῦν ὡς ἐν προβλήματι ζητείσθω παρ' ἡμῶν Τί τοῦ Χριστιανοῦ τὸ ἐπάγγελμα; τάχα γὰρ οὐκ ἔξω τοῦ λυσιτελοῦντος ἡ περὶ τούτου σκέψις γενήσεται. εἰ γὰρ ἀκριβῶς εὑρεθείη τὸ διὰ τοῦ ὀνόματος τούτου δηλούμενον, πολλὴν ἂν λάβοιμεν πρὸς τὸν κατ' ἀρετὴν βίον συνεργίαν, ἀληθῶς ὅπερ ὀνομαζόμεθα 8,1.131 τοῦτο καὶ εἶναι διὰ τῆς ὑψηλῆς πολιτείας σπουδάζοντες. ὥσπερ γὰρ εἴ τις ἰατρὸς ἢ ῥήτωρ ἢ γεωμέτρης καλεῖσθαι ποθήσειεν, οὐκ ἂν δέξαιτο τῇ ἀπαιδευσίᾳ τὴν ἐπωνυμίαν ἐλέγχεσθαι, μὴ εὑρισκόμενος ἐπὶ τῆς πείρας ὃ ὀνομάζεται, ἀλλ' ὁ κατὰ ἀλήθειάν τι τούτων προσαγορεύεσθαι θέλων, ὡς ἂν μὴ ψευδώνυμος ἡ κλῆσις ἐλέγχοιτο, αὐτῷ τῷ ἐπιτη δεύματι τὴν προσηγορίαν πιστώσεται· τὸν αὐτὸν καὶ ἡμεῖς τρόπον, εἴπερ τὸν ἀληθῆ σκοπὸν τοῦ Χριστιανοῦ ἐπαγγέλματος ἐξετάζοντες εὕροιμεν, οὐκ ἂν ἑλοίμεθα μὴ εἶναι τοῦτο, ὅπερ τὸ ὄνομα ὑπὲρ ἡμῶν ἐπαγγέλλεται, ὡς ἂν μὴ τὸ περὶ τοῦ πιθήκου διήγημα τὸ παρὰ τοῖς ἔξω περιφερόμενον καὶ ἡμῖν ἐφαρμόσειε. φασὶ γάρ τινα τῶν 8,1.132 θαυματοποιῶν ἐπὶ τῆς Ἀλεξάνδρου πόλεως ἀσκήσαντα πίθηκον διά τινος εὐστροφίας ὀρχηστικῶς σχηματίζεσθαι, περιθεῖναι δὲ αὐτῷ πρόσωπόν τε ὀρχηστικὸν καὶ ἐσθῆτα τῷ ἐπιτηδεύματι πρόσφορον καὶ χορὸν αὐτῷ περιστή σαντα ἐνευδοκιμεῖν τῷ πιθήκῳ πρὸς τὸν τοῦ μέλους ῥυθμὸν ἑαυτὸν ἐκλυγίζοντι καὶ διὰ πάντων ἐπικρυπτομένῳ τὴν φύσιν, οἷς ἐποίει τε καὶ ἐφαίνετο. κατεχομένου δὲ τοῦ θεάτρου πρὸς τὸ καινοπρεπὲς τοῦ θεάματος παρόντα τινὰ τῶν ἀστειοτέρων παιδιᾷ τινι δεῖξαι τοῖς προσκε χηνόσι τῷ θεάματι πίθηκον ὄντα τὸν πίθηκον. ἐπιβοώντων