1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

1

De perfectione Christiana ad Olympium monachum

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΟΛΥΜΠΙΟΝ ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ

Πρέπουσα τῇ προαιρέσει σου ἡ σπουδὴ ἡ περὶ τοῦ γνῶναι πῶς αν τις διὰ τοῦ κατ' ἀρετὴν βίου τελειωθείη, ωστε διὰ πάντων κατορθωθῆναί σου τῇ ζωῇ τὸ ἀμώμητον. ἐγὼ δὲ περὶ παντὸς μὲν αν ἐποιησάμην ἐν τῷ ἐμῷ βίῳ τῶν σοὶ σπουδαζομένων εὑρεθῆναι τὰ ὑποδείγματα, ωστε τοῖς εργοις πρὸ τῶν λόγων τὴν ἐπιζητουμένην ὑπὸ σοῦ παρασχεῖν διδασκαλίαν. ουτω γὰρ αν ἀξιόπιστος ην τῶν ἀγαθῶν ἡ ὑφήγησις, τοῦ βίου τοῖς λόγοις συμφθεγγομένου. ἐπειδὴ δὲ τοῦτο μὲν ευχομαι γενέσθαι ποτέ, νῦν δὲ ουπω τοιοῦτον ἐμαυτὸν βλέπω, ὡς ἀντὶ τοῦ λόγου προδεικνύειν τὸν βίον, ινα μὴ καθόλου δοκοίην ἀσυντελὴς ειναί σοί τις πρὸς τὸν σκοπὸν καὶ ἀνόνητος, ἐφ' ο δεῖ συντεῖναι τὸν ἀκριβῆ βίον ὑποθέσθαι διενοήθην, ἐντεῦθεν τοῦ λόγου τὴν ἀρχὴν ποιησάμενος. Τοῦ ἀγαθοῦ δεσπότου ἡμῶν ̓Ιησοῦ Χριστοῦ χαρισα 8,1.174 μένου τὴν κοινωνίαν ἡμῖν τοῦ προσκυνουμένου ὀνόματος, ωστε ἡμᾶς ἐκ μηδενὸς αλλου τῶν περὶ ἡμᾶς ὀνομάζεσθαι, καν πλούσιός τις ων τύχῃ καὶ εὐπατρίδης καν δυσγενὴς ῃ η πένης, καν ἐξ ἐπιτηδευμάτων τινῶν η ἀξιωμάτων τὸ γνώριμον εχῃ, πάντων <δὲ> τῶν τοιούτων ὀνομάτων ἀργούντων μίαν ειναι κυρίαν κλῆσιν τοῖς εἰς αὐτὸν πεπι στευκόσι τὸ Χριστιανοὺς ὀνομάζεσθαι· ταύτης τοίνυν ανωθεν ἡμῖν ἐπικυρωθείσης τῆς χάριτος ἀναγκαῖον αν ειη πρῶτον μὲν τῆς δωρεᾶς νοῆσαι τὸ μέγεθος, ωστε κατ' ἀξίαν εὐχαριστῆσαι τῷ τὰ τηλικαῦτα δωρησαμένῳ θεῷ, επειτα δὲ τοιούτους ἑαυτοὺς διὰ τοῦ βίου δεῖξαι, οιους ἐπιζητεῖ ἡ τοῦ μεγάλου τούτου ὀνόματος δύναμις. τὸ μὲν ουν μέγεθος τῆς δωρεᾶς, ης διὰ τοῦ συνονομασθῆναι τῷ δεσπότῃ τῆς ζωῆς ἡμῶν ἠξιώθημεν, ουτως αν γένοιτο δῆλον ἡμῖν, εἰ αὐτὸ τὸ σημαινόμενον τοῦ κατὰ τὸν Χριστὸν ὀνόματος ἐπιγνοίημεν, ωστε συνεῖναι, οταν διὰ ταύτης τῆς φωνῆς τὸν τοῦ παντὸς κύριον ἐν ταῖς εὐχαῖς προσκα λώμεθα, ποίαν ταῖς ψυχαῖς ἡμῶν ἀναλαμβάνομεν εννοιαν η τί διὰ τοῦ ὀνόματος τούτου κατανοοῦντες εὐσεβῶς αὐτὸν ἐπικαλεῖσθαι πιστεύομεν. ἐπειδὰν δὲ τοῦτο νοήσωμεν, τότε δι' ἀκολούθου καὶ οιους προσήκει ἡμᾶς διὰ τῆς περὶ τὸν βίον σπουδῆς ἐπιδειχθῆναι σαφῶς μαθησόμεθα, διδα σκάλῳ καὶ ὁδηγῷ πρὸς τὸν βίον τῷ ὀνόματι χρώμενοι. οὐκοῦν τὸν αγιον Παῦλον πρὸς τὰ δύο ταῦτα καθηγεμόνα 8,1.175 ποιούμενοι ἀσφαλεστάτην εξομεν ὁδηγίαν πρὸς τὴν τῶν ζητουμένων σαφήνειαν. ουτος γὰρ μάλιστα πάντων ἀκρι βῶς καὶ τί ἐστιν ὁ Χριστὸς κατενόησε καὶ οιον ειναι χρὴ τὸν ἐπονομαζόμενον αὐτῷ δι' ων ἐποίησεν ὑφηγήσατο, ουτως ἐναργῶς αὐτὸν μιμησάμενος, ὡς ἐν ἑαυτῷ δεῖξαι τὸν ἑαυτοῦ δεσπότην μεμορφωμένον, διὰ τῆς ἀκριβεστάτης μιμήσεως μεταβληθέντος τοῦ τῆς ψυχῆς αὐτοῦ ειδους πρὸς τὸ πρωτότυπον, ὡς μηκέτι Παῦλον ειναι δοκεῖν τὸν ζῶντά τε καὶ φθεγγόμενον, ἀλλ' αὐτὸν τὸν Χριστὸν ἐν αὐτῷ ζῆν· καθώς φησιν ὁ καλῶς τῶν ἰδίων ἀγαθῶν ἐπαισθόμενος οτι ̓Επεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λα λοῦντος Χριστοῦ, καὶ οτι Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

Ουτος ουν καὶ τοῦ κατὰ Χριστὸν ὀνόματος ἐγνώρισεν ἡμῖν τὸ σημαινόμενον εἰπὼν οτι Χριστός ἐστι θεοῦ δύναμις καὶ θεοῦ σοφία· ἀλλὰ καὶ εἰρήνην αὐτὸν ἐκάλεσε καὶ φῶς ἀπρόσιτον, ἐν ῳ οἰκεῖ ὁ θεός, ἁγιασμόν τε καὶ ἀπολύτρωσιν ἀρχιερέα τε μέγαν καὶ πάσχα, ἱλαστήριον ψυχῶν, ἀπαύγα σμα δόξης, χαρακτῆρα ὑποστάσεως καὶ ποιητὴν αἰώνων, βρῶμα πνευματικὸν καὶ πόμα, πέτραν καὶ υδωρ, θεμέλιον 8,1.176 πίστεως καὶ γωνίας κεφαλὴν καὶ θεοῦ τοῦ ἀοράτου εἰκόνα καὶ μέγαν θεὸν κεφαλήν τε τοῦ τῆς ἐκκλησίας σώματος καὶ τῆς καινῆς κτίσεως πρωτότοκον καὶ ἀπαρχὴν τῶν κεκοιμημένων, πρωτότοκον ἐκ νεκρῶν καὶ