1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

De occursu domini

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ, ΚΑΙ ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ, ΚΑΙ ΕΙΣ ΤΟΝ ∆ΙΚΑΙΟΝ ΣΥΜΕΩΝΑ.

Ὁ τῇ φρονήσει τῶν οὐρανίων μετέωρος, ὁ τῇ κατα φρονήσει τῶν ἐπιγείων

μετάρσιος, Παῦλος ὁ θεόλη πτος νοῦς, ἡ Χριστοκίνητος γλῶττα, ὁ τοῦ ὀξυγράφου γραμματέως ὡραιότατος κάλαμος, ὁ καλλιγραφήσας τῇ Ἐκκλησίᾳ τῆς ἀληθείας τὰ δόγματα, τὸ ἐν τῇ χειρὶ τοῦ δυνατοῦ θεοχάλκευτον βέλος, τὸ ἐν τῇ καρδίᾳ τοῦ κοσμοκράτορος τοῦ σκότους καιρίαν ἐμπῆξαν πληγὴν, ἡ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, μᾶλλον δὲ μέχρι τῶν περάτων τῆς γῆς φάνασα ἀστραπὴ, ἡ τῆς θείας βροντῆς ἐν τῷ μυστικῷ τροχῷ τοῦ Εὐαγγελίου, τῷ κατὰ πάσης κυλισθέντι τῆς οἰ κουμένης, ἡ διειδεστάτη καὶ μεγαλόθρους φωνή· οὗτος ὡς ἐξ αὐτῶν τῶν τοῦ παραδείσου ἀδύτων φθεγγόμε νος, ἔνθα τῶν ἀῤῥήτων ῥημάτων αὐτήκοος γέγονε· μᾶλλον δὲ ὡς ἐξ αὐτοῦ τοῦ θρόνου τοῦ ὑψηλοῦ τε καὶ ἐπηρμένου τῆς δόξης ἔνθα παρίσταται· προπομπὴν ἔντιμον τῇ παρούσῃ ἁγίᾳ καὶ ∆εσποτικῇ ἑτοιμαζόμε νος ἑορτῇ, πρὸς ὑποδοχὴν τοῦ βασιλέως τῆς δόξης· καθάπερ τινὰ μυστικωτάτην σύγκλητον, τὸν τῆς Ἐκκλησίας λαὸν, τὸ βασίλειον ἱεράτευμα στιχηδὸν, ὡς ἄν τις εἴποι, παρασκευάζει τῆς εὐσχήμονος πολι τείας τὴν τάξιν, ῥυθμίαν τε καὶ εὐαρμοστίαν διατατ τόμενός φησιν, Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.

Οὕτω γὰρ τῷ παντελείῳ καὶ αἰ ωνίῳ Θεῷ, ᾧ τὴν πανήγυριν ἄγομεν σήμερον, τῷ δι' ἡμᾶς κατὰ σάρκα ἐπ' ἐσχάτων νηπιάσαντι· ἐξ οὗ πᾶν δώρημα καὶ τελειωτικόν· τῷ τὴν κατὰ φύσιν ὑπερφυῶς τῆς ἀρετῆς τελειότητα καὶ ἐν τῷ ἀνθρω πίνῳ ἑαυτοῦ καταστήματι ἐπιδείξαντι σύσσωμοί τε καὶ συμμέτοχοι γενησόμεθα, καὶ πρὸς τιμὴν αὐτοῦ καὶ δόξαν ἡ Ἐκκλησίας ἔσται συνέλευσις. Οὕτω γὰρ τὴν ἀρτιγενῆ αὐτοῦ σωματικῶς θεοφάνειαν ὁ προφη τικὸς αἰνιττόμενος λόγος, τοῖς χαρακτῆρσι τῆς θεοπρεποῦς αὐτοῦ ὑπογράφει τελειότητος. ∆ιότι· πρὶν ἢ γνῶναι, φησὶ, τὸ παιδίον καλὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξεται τὸ ἀγαθὸν, ὅπερ ἄκρας καὶ 46.1153 τελειοτάτης διακρίσεώς τε καὶ ὄντως φρονήσεως γνώρισμα. Πρὸς οὗπερ ἡμᾶς ὁμοιότητα διασκευάζων ὁ μέγας ἀπόστολος, τὸ προτεθὲν αὐτοῦ θεόπνευστον λόγιον ἔφησεν· ὡς ἐν τούτῳ τῆς κατ' εἰκόνα τε καὶ ὁμοίωσιν θεοτευξίας ἐμφερῶς ἐν ἡμῖν γνωριζομένης, καὶ τῆς τοῦ πρωτοτύπου κάλλους ὑπεραγιότητος γινωσκομένης. Καθάπερ γὰρ βασιλεῖ τῶν ὑπ' αὐτοῦ στρατευμάτων προπεμπτήριον ἑτοιμαζομένων μεγαλαυχίαν, χρυσορόφους τε καὶ ἐξειλεγμένους εἶναι τοὺς πρὸς δορυφορίαν αὐτοῦ συνειλεγμένους προσῆκε, καὶ τῆς ἐκείνου θέας τὸ ἐκτύπωμα εὐσημότατα προβεβλῆσθαι· οὕτως ἡμᾶς ἀναγκαῖον μεταμορφουμένους τῇ ἀνακαινίσει τοῦ νοὸς ἡμῶν, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποθεμέ νους, καὶ τῆς θείας εἰκόνος τὴν ὁμοίωσιν, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις, ἐν ἑαυτοῖς περιφέροντας, οὕτως ἐν ταῖς σωτηρίοις καὶ πνευματικαῖς ἀπαντᾷν ἑορταῖς, ἵνα ἔσωνται ἡμῖν, κατὰ τὸν τοῦ προφήτου λόγον, νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς.

Τῆς νηστείας ἀναγωγικῶς δηλαδὴ νοουμένης, ἐν τῷ τῆς ἀποχῆς τε καὶ ἐγκρατείας παντὸς μολυσμοῦ, καὶ σαρκός τε καὶ πνεύματος τρόπῳ. ∆ιὰ γὰρ τετράδος τε καὶ πέμπτης, καὶ μὴν ἑβδόμης τε καὶ δεκάτης πᾶσα σαρκική τε καὶ τῷ εὐεξαπα τήτῳ τῶν αἰσθήσεων προσφυὴς, καὶ τῷ παρόντι βίῳ συγκλειομένη σημαίνεται ἔμφασις. Τὴν γὰρ σωματι κωτέραν τε καὶ φιλόσαρκον διαγωγὴν διὰ τῆς τετράδος μανθάνομεν, ὡς ἐκ τεσσάρων στοιχείων τῶν σωμά των συγκεκραμένων· τὸ δὲ διὰ