1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

De instituto Christiano

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΘΕΟΝ ΣΚΟΠΟΥ ΚΑΙ ΤΗΣ ΚΑΤΑ ΑΛΗΘΕΙΑΝ ΑΣΚΗΣΕΩΣ

Εἴ τις μικρὸν ἀποστήσας τοῦ σώματος τὴν διάνοιαν καὶ τῆς τῶν παθῶν

δουλείας τε καὶ ἀφροσύνης ἔξω γενό μενος ἀδόλῳ καὶ εἰλικρινεῖ λογισμῷ τὴν αὐτὸς ἑαυτοῦ κατίδοι ψυχήν, ὄψεται καθαρῶς ἐν τῇ ταύτης φύσει τοῦ θεοῦ τήν τε πρὸς ἡμᾶς ἀγάπην καὶ τὸ βούλημα τῆς ἐκείνου δημιουργίας. εὑρήσει γὰρ τοῦτον τὸν τρόπον ἐπισκοπῶν συνουσιωμένην τε καὶ συμπεφυκυῖαν τῷ ἀνθρώπῳ τὴν ἐπὶ τὸ καλόν τε καὶ ἄριστον τῆς ἐπιθυμίας ὁρμὴν καὶ τῆς νοητῆς ἐκείνης καὶ μακαρίας εἰκόνος, ἧς ὁ ἄνθρωπος μίμημα, τὸν ἀπαθῆ καὶ μακάριον ἔρωτα συνημμένον τῇ φύσει. ἀλλὰ πλάνη τις τῶν ὁρατῶν τούτων καὶ ῥεόντων ἀεὶ διὰ πάθους ἀλόγου καὶ πικρᾶς ἡδονῆς τὴν ἀμελῆ καὶ ἀφύ λακτον ὑπὸ ῥᾳθυμίας ψυχὴν ἀπατῶσα καὶ γοητεύουσα 8,1.41 πρὸς κακίαν ἕλκει δεινήν, γεννωμένην τε ἐκ τῶν ἡδονῶν τοῦ βίου καὶ γεννῶσαν θάνατον τοῖς ἑαυτῆς ἐρασταῖς. διὰ τοῦτο τὴν γνῶσιν τῆς ἀληθείας, τὸ σωτήριον ταῖς ψυχαῖς φάρμακον, ἡ τοῦ σωτῆρος ἡμῶν τοῖς πόθῳ δεχομένοις ἐδωρήσατο χάρις· ὑφ' ἧς λύεται μὲν ἡ γοητεύουσα τὸν ἄνθρωπον πλάνη, τὸ δὲ τῆς σαρκὸς ἄτιμον κατασβέννυται φρόνημα, τῷ τῆς ἀληθείας φωτὶ πρὸς τὸ θεῖόν τε καὶ τὴν ἑαυτῆς σωτηρίαν ὁδηγουμένης τῆς ψυχῆς, ἣ τὴν γνῶσιν ἐδέξατο. Ἐπειδὴ τοίνυν ταύτην ὑμεῖς ἀξίως λαμβάνοντες τὴν γνῶσιν καὶ τὸν θεῖον ἔρωτα κατὰ τὴν δοθεῖσαν τῇ ψυχῇ φύσιν εὐθύνοντες συνεληλύθατε προθύμως, κοινῇ πληροῦν τες τὸν ἀποστολικὸν ἐν ταῖς πράξεσι χαρακτῆρα καὶ πο θοῦντες ὁδηγόν τινα παρ' ἡμῶν καὶ ἡγεμόνα τῆς τοῦ βίου πορείας λόγον λαβεῖν, ὃς εἰς τὴν εὐθεῖαν ἄξει, δεικνὺς ἀκριβῶς τίς μὲν ὁ τοῦ βίου τούτου τοῖς μετιοῦσι σκοπός, τί δὲ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον βούλημα τοῦ θεοῦ καὶ ποία τις πρὸς τὸν σκοπὸν τοῦτον ὁδός, ὅπως τε συνεῖναι προσήκει τοὺς ταύτην πορευομένους ἀλλήλοις, καὶ ὅπως χρὴ τοὺς προεστῶτας εὐθύνειν τὸν τῆς φιλοσο φίας χορόν, οἵοις τε δεῖ πόνοις κεχρῆσθαι τοὺς ἐπὶ τὸ ἀκρότατον μέλλοντας ἀνιέναι τῆς ἀρετῆς καὶ τὰς ἑαυτῶν ψυχὰς πρὸς τὴν τοῦ πνεύματος ὑποδοχὴν ἀξίας παρασκευά ζειν· ἐπειδὴ τοίνυν τοῦτον ἡμᾶς ἀπαιτεῖτε τὸν λόγον, οὐχ 8,1.42 ἁπλῶς ἀπὸ στόματος ἀλλὰ γράμμασι τυπωθέντα, ὅπως ἐν τούτοις ἔχοντες αὐτὸν ἀποκείμενον καθάπερ ἐκ ταμιείου μνήμης πρὸς τὰς κατὰ καιρὸν χρείας ταύτην † λαμβάνητε, πειρασόμεθα κατὰ τὴν χορηγοῦσαν ἡμῖν τοῦ πνεύματος χάριν ἐπὶ τῇ παρούσῃ προθυμίᾳ εἰπεῖν, εἰδότες ἀκριβῶς ὡς ὁ τῆς εὐσεβείας ἐν ὑμῖν κανὼν τῷ ὀρθῷ τῆς πίστεως πέπηγε δόγματι, μίαν ἔχων τῆς μακαρίας τε καὶ ἀϊδίου τριάδος θεότητα μηδαμῶς μηδαμῇ παρηλλαγμένην ἀλλ' ἐν μιᾷ μὲν οὐσίᾳ, μιᾷ δὲ δόξῃ, τῷ αὐτῷ δὲ βουλήματι νοουμένην τε καὶ προσκυνουμένην κατὰ τὰς τρεῖς ὑποστάσεις, ὡς προλαβόντες ὑπὸ μάρτυσι πολλοῖς κατεθέμεθα τὴν ὁμολο γίαν τῷ λούσαντι ἡμᾶς ἐν τῇ τοῦ μυστηρίου πηγῇ πνεύματι· ταύτην συνειδότες ὑμῖν τὴν εὐσεβῆ καὶ ἀδιαμάρτητον τῆς πίστεως ὁμολογίαν ἐν τῷ βάθει τῆς ψυχῆς ἀσφαλῶς ἱδρυμένην τήν τε ἄνω πρὸς τὸ ἀγαθὸν καὶ μακάριον διὰ τῆς τῶν πραγμάτων πορείας ὁρμὴν ὑμῶν καὶ ἀνάβασιν, γράφομεν ὑμῖν βραχέα τὰ σπέρματα τῆς διδασκαλίας, ἀπὸ τῶν προδωρηθέντων ἡμῖν παρὰ τοῦ πνεύματος †γραφῶν 8,1.43 ἐκλεγόμενοι, καὶ αὐτὰ δὲ πολλαχοῦ τὰ τῆς γραφῆς ῥήματα κατὰ τὴν χρείαν τιθέντες εἰς πίστιν τῶν λεγομένων καὶ εἰς φανέρωσιν τῆς ἡμετέρας περὶ αὐτὴν ὑπολήψεως, ὅπως ἂν μὴ δοκοίημεν ἀφέντες τὴν ἄνωθεν χάριν νόθα τίκτειν αὐτοὶ φαύλῃ τινὶ καὶ ταπεινῇ διανοίᾳ καὶ τοῖς ἔξωθεν λογισμοῖς τύπους εὐσεβείας πλάττοντες τούτους ἐπεισά γειν ἀμαθῶς ταῖς γραφαῖς φρονήματι