1

 2

 3

1

Contra fornicarios

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ Ο ∆Ε ΠΟΡΝΕΥΩΝ ΕΙΣ ΤΟ Ι∆ΙΟΝ ΣΩΜΑ ΑΜΑΡΤΑΝΕΙ

Φοβερὰ τῆς ἀποστολικῆς παραγγελίας ἡ σάλπιγξ, πολλὰ μὲν καὶ ἄλλα τὸν τῆς εὐσεβείας μαρτυρομένη στρατόν, μάλιστα δὲ τῶν τῆς αἰσχρότητος βαράθρων ἐλαύνουσα, καὶ δὴ καὶ στρατιωτικὸν πρὸς τῷ τέλει παράγγελμα προστιθεῖσα. Φεύγετε γάρ, φησί, τὴν πορνείαν. πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν. οἱ γὰρ τῶν αἰσθητῶν στρατιῶται πολέμων νῦν μὲν ἀντιπροσώπῳ συμβολῇ νῦν δὲ φυγῇ κεχρημένοι τὰς παρατάξεις σοφίζονται. ἔστι καὶ πόλεμος ψυχαῖς ἀντιστάσει καὶ φυγῇ στρατηγούμενος. καὶ τοῦτο Παῦλος εἰδὼς ὁ τῶν τῆς εὐσεβείας τακτικῶν δι' ἑκατέρας ἄγων τὸν στρατὸν εὐτεχνίας νῦν μὲν τὴν μάχην ἐπιμονὴν παραγγέλλει· Στῆτε περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, νῦν δὲ φυγῇ σοφίζεσθαι τὸ πολεμοῦν συμβουλεύει· Φεύγετε τὴν πορνείαν. ἂν πόλεμος ἀπιστίας προσβάλῃ, χρήσιμος πρὸς ἐκεῖνον ἀντίστασις, ἂν δόλων ἀπειλῆται παράταξις, καλὴ ἡ πρὸς τούτους τοὺς ἀνταγωνιστὰς προσδρεία, ἂν συκοφαντίας ἐπιφέρηται τόξον, λυσιτελὴς 9.212 ἀντιπρόσωπος συμβολὴ πρὸς τὸ ψεῦδος, ὅταν δὲ μορφὴ πορνικὴ τοξεύῃ, νῶτα διδόναι καλὸν καὶ τὴν ἀντιπρόσωπον φεύγειν· κατευστοχεῖ γὰρ ὀφθαλμῶν ἡ πορνεία καὶ δεῖ μεμνῆσθαι τοῦ στρατηγοῦ παραγγέλλοντος·

Φεύγετε τὴν πορνείαν. ἔχει γάρ τι τῶν ἄλλων πονηρευμάτων φευκτότερον· τὰ μὲν γὰρ ἄλλα τῆς ἁμαρτίας εἴδη φείδεσθαι δοκεῖ τῆς τῶν πραττόντων σαρκὸς καὶ τὸ πραχθὲν εἰς μόνον τὸν τὴν πρᾶξιν δεχόμενον ἵστησιν· οἷον ἐν ταῖς ἁρπαγαῖς τῶν ἁρπασθέντων τὸ ζημίωμα μόνων, ἐν τῇ τῶν φθονούντων ἰσχύϊ περὶ τοὺς φθονουμένους τὸ πάθος ἐκρήγνυται, ἐν ταῖς συκοφαντίαις, ὅταν τύχωσι πίστεως, μόνων αὖθις τῶν συκοφαντουμένων ὁ κίνδυνος, ἐν τοῖς τὸν φόνον ὡσαύτως τολμήσασι τοῦ δεξαμένου τὴν σφαγὴν τὸ δυσπράγημα· πᾶσαν ἄν τις ἔργων ἀδίκων ἐπερχόμενος πρᾶξιν εὑρήσει τὴν μὲν τῶν ἀδικούντων μερίδα κερδαίνουσαν, τὴν δὲ τῶν ἀδικουμένων ξημιουμένην, πορνεία δὲ τὴν τοιαύτην οὐκ οἶδε διαίρεσιν οὐδὲ χωρίζει τὴν τοῦ παθόντος τῆς τοῦ δράσαντος πρᾶξιν, ἀλλὰ συγκαταστρέφει πρὸς ἀτιμίαν ἐπίκοινον, συνάπ τει δὲ δεσμῷ μολυσμοῦ. τοῖς πλεονέκταις ἔστι ζημιώσασιν 9.213 ἄλλον ἐξημιῶσθαι μηδέν, τοῖς πόρνοις δ' οὐκ ἔστιν οὐδὲν καταισχύνασιν σῶμα μὴ τῷ καταισχυνθέντι συγκαται σχύνεσθαι· τοῖς πεφονευκόσιν ἔστιν ἐργασαμένοις τὸν φόνον τοῖς σφαγεῖσι μὴ συνεσφάχθαι, τοῖς πόρνοις δ' οὐκ ἔστι μολύνασι σάρκα τοῦ μολυσμοῦ καθαρεύειν. Καὶ σκόπει μοι τὴν εἰς τοῦτο τοῦ Παύλου λεπτολογίαν· Φεύγετε, φησί, τὴν πορνείαν. διὰ τί; ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστι (τοῦτ' ἔστι τῇ τοῦ σώματος μὴ λυμαινόμενον φύσει, τῇ τῶν μελῶν μὴ συνεσταλμένον ὕβρει, τῷ τῆς σαρκὸς μολυσμῷ μὴ συμπληρού μενον, ἀλλ' ἔξω τῆς τοῦ πράξαντος σώματος ἐνεργούμενον βλάβης), Ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· οὐχ ὥσπερ ὁ φονεὺς εἰς ἀλλότριον ἄτρωτον τὸ ἑαυτοῦ σῶμα συντηρῶν, οὐχ ὥσπερ ὁ πλεονέκτης εἰς ἕτερον τὴν τῆς ἰδίας σαρκὸς φυλαττόμενος βλάβην, ἀλλ' αὐτὸς ἑαυτοῦ φθορεὺς ὁ πόρνος, αὐτὸς ὑφ' ἑαυτοῦ τῷ τῆς ἀτιμίας περιπείρεται βέλει. ὁ κλέπτης, ἵνα θρέψῃ τὸ σῶμα, τολμᾷ τὸ πλημμέλημα, ὁ πόρνος δὲ τῇ τῆς ἰδίας σαρκὸς προσεδρεύει λῃστείᾳ· τὸν πλεονέκτην πρὸς ἁρπαγὴν ἐρεθίζει φιλοκερδὴς λογισμός, πορνεία δὲ τῆς τοῦ σώματος ζημία σεμνότητος· τῷ βασκάνῳ κατασκευάζει τὸ πάθος δοξαζόμενος ἕτερος, ὁ πόρνος δὲ τῆς ἰδίας ἐστὶν αὐτουργὸς ἀδοξίας. τί γὰρ ἀτιμότερον σκευοφόρου πορνείας; πᾶσα μὲν γὰρ ἄδοξος ἁμαρτίας