1

 2

 3

 4

 5

 6

 7

1

In laudem Cypriani

ΛΟΓΟΣ Κ∆ʹ.

Εἰς τὸν ἅγιον ἱερομάρτυρα Κυπριανὸν, ἐξ ἀγροῦ μετὰ μίαν τῆς μνείας ἡμέραν ἐπανήκοντος.

Αʹ. Μικροῦ Κυπριανὸς διέφυγεν ἡμᾶς· ὢ τῆς ζη 35.1172 μίας! καὶ ὑμεῖς ἠνέσχεσθε, οἱ πάντων μᾶλλον τὸν ἄνδρα θαυμάζοντες, καὶ ταῖς δι' ἔτους τιμῶντες ἐκεῖνον τιμαῖς τε καὶ πανηγύρεσι· Κυπριανὸς, οὗ, καὶ τοῖς τἄλλα ἐπιλήσμοσι, μεμνῆσθαι τῶν ἀναγκαίων· εἴπερ τῶν ἀρίστων μάλιστα μνημονευτέον, καὶ ὧν τὸ μεμνῆσθαι ὅσιόν τε ὁμοῦ καὶ ὠφέλιμον, Ἀλλ' ἀποδῶμεν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον εὐποροῦντες φανῶμεν, ἀλλὰ μὴ πάντα ὦμεν ἐν δεεῖς τε καὶ πένητες. Ἂν δὲ καὶ λίαν πένητες, οἶδ' ὅτι συγγνώσεται ἡμῖν καὶ τῆς ὑπερημερίας, καὶ τῆς πενίας, ἐπεὶ καὶ πάντα μεγαλόψυχος ὁ ἀνὴρ καὶ φιλόσοφος· μόνον ἂν, ὅτι μὴ διέφυγεν ἡμᾶς, εὐχαρι στήσωμεν. Εὐχαριστήσωμεν δέ· καὶ γὰρ ἄξιον. Ἀρκτέον δὲ οὕτως, ὡς εἰς καλὸν ὑμῖν ἐπανήκομεν, καὶ καλοῖς μέτροις Θεοῦ, τοῦ πάντα ἐν σταθμῷ καὶ μέτρῳ διορίζοντός τε καὶ διευθύνοντος, ἐκ τῆς ἡσυ χίας ἐπὶ τὸν λόγον, ἐκ τῆς φιλομάρτυρος ἐπὶ μάρτυρας, ἐκ τῆς σωματικῆς ἀνέσεως ἐπὶ τὴν πνευματικὴν ἑστίασιν.

Βʹ. Ἐποθοῦμεν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμε θα τοῖς ἴσοις μέτροις· πείθομαι γάρ. Ὁρᾶτε πατρὸς εὐγνωμοσύνην· καὶ τὸ ἐμαυτοῦ λέγω, καὶ τὸ ὑμέτερον μαρτυρῶ, καὶ τοσοῦτον διαζευχθέντες ἀλλή λων, ὅσον τὸν πόθον γνωρίσαι καὶ δοκιμάσαι τῇ ἀπο στάσει, καθάπερ οἱ ζωγράφοι τοὺς πίνακας, πάλιν συνήλθομεν. Ὡς μέγα μνήμης ἐμπύρευμα, καὶ βραχεῖα συνήθεια φίλων, τοῖς τε ἀγαπητικοῖς τὸν τρόπον, καὶ Θεοῦ μιμουμένοις φιλανθρωπίαν! Πῶς δὲ οὐκ ἐμέλλομεν, οἱ Χριστοῦ μαθηταὶ, τοῦ κενωθέντος δι' ἡμᾶς μέχρι δούλου μορφῆς, καὶ ξένους ὄντας τῶν οὐρανίων πρὸς ἑαυτὸν συναγαγόντος, ἀνθ έξεσθαί τε καὶ περιέξεσθαι ἀλλήλων, καὶ τηρήσειν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδεσμῷ τῆς εἰρήνης, ἣ νόμου καὶ προφητῶν ἐστι μυστήριον, εἴτ' οὖν κεφάλαιον;

Γʹ. Ἓν μὲν δὴ τοῦτο τῆς εὐεργεσίας καὶ πρῶτον, τὸ ὡς τάχιστα προσδραμεῖν ἀλλήλοις καὶ περιπτύξα σθαι. Οὐδὲ γὰρ φέρει τὴν ἀναβολὴν ὁ ζῆλος· καὶ βίος ὅλος ἡμέρα μία τοῖς πόθῳ κάμνουσιν. ∆εύτερον δὲ, ὃ 35.1173 καὶ μέγιστον, τὸ μὴ κατόπιν ἑορτῆς δραμεῖν, μηδὲ μαρτύρων μυσταγωγίας ἀπολειφθῆναι, καὶ τῆς ἐν τεῦθεν ἐγγινομένης ἡμῖν τρυφῆς τε καὶ ἀναψύξεως. Ἐγὼ γὰρ τἄλλα μὲν ὁμολογῶ παντὸς εἶναι νωθέστερος· καὶ πάντα πόθον ἀπεσεισάμην, ἀφ' οὗ Χριστῷ συνεταξάμην, καὶ οὐδὲν αἱρεῖμε τῶν ὅσα τερπνὰ τοῖς ἄλλοις καὶ περισπούδαστα· οὐ πλοῦτος ὁ κάτω συρόμενος καὶ περιτρεπόμενος, οὐ γαστρὸς ἡδοναὶ, καὶ κόρος πατὴρ ὕβρεως, οὐκ ἐσθὴς μαλακή τε καὶ περιῤῥέουσα, οὐ λίθων διαύγειαι καὶ χάριτες, οὐκ ἀκοὴ γοητεύουσα, οὐκ ὄσφρησις ἐκθηλύνουσα, οὐ κρότοι δήμων καὶ θεάτρων ἐκμαίνοντες, ὧν πάλαι τοῖς βουλομένοις παρεχωρήσαμεν· οὐχ ὅσα τῆς πρώτης γεύσεως ἡμῶν, ἐξ ἧς ἀπολώλαμεν, ἔκγονα· ἀλλὰ καὶ πολλὴν εὐήθειαν καταγινώσκω τῶν κρατεῖσθαι τούτοις ἀνεχομένων, καὶ τὸ τῆς ψυχῆς εὐγενὲς δια φθείρειν τῇ περὶ ταῦτα μικροπρεπείᾳ, καὶ ὡς ἑστῶσι προστιθεμένων τοῖς φεύγουσιν. Ἐκείνου δὲ λίαν ἀπλήστως ἔχω καὶ περιέχομαι, καὶ τοῦ πάθους ἐμαυ τὸν ἀποδέχομαι· μαρτύρων τιμαῖς ἐπιτέρπομαι, καὶ ἀθλητῶν αἵμασιν ἐπαγάλλομαι· καὶ ἄλλων μὲν οἱ ἆθλοι καὶ