1

 2

 3

 4

 5

 6

 7

 8

1

In dictum evangelii: Cum consummasset Jesus hos sermones

ΛΟΓΟΣ ΛΖʹ.

Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· «Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,» καὶ τὰ ἑξῆς.

Αʹ. Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ

τόπων ἀμείβει. Τίνος ἕνεκεν; Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τῆς ἐπιφοιτήσεως, ἀλλ' ἔμοιγε δοκεῖ, ἵνα καὶ τόπους ἁγιάσῃ πλείονας. Γίνεται τοῖς 36.284 Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδάνῃ·τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ· τοῖς ἀσθενέσιν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς σώσῃ. Γίνεται πάντα πᾶσιν, ἵνα τοὺς πάντας κερδάνῃ. Τί δὲ λέγω, τοῖς πᾶσι πάντα; Ὃ μηδὲ Παῦλος περὶ ἑαυτοῦ ἠνέσχετο εἰ πεῖν, τοῦτο εὑρίσκω τὸν Σωτῆρα πάσχοντα. Οὐ γὰρ Ἰουδαῖος γίνεται μόνον, οὐδ' ὅσα τῶν ἀτόπων καὶ μοχθηρῶν ὀνομάτων εἰς ἑαυτὸν ἀναδέχεται, ἀλλὰ καὶ ὃ τούτων πάντων ἀτοπώτερον, καὶ αὐτο αμαρτία καὶ αὐτοκατάρα· οὐκ ἔστι μὲν, ἀκούει δέ. Πῶς γὰρ ἁμαρτία, ὁ καὶ ἡμᾶς τῆς ἁμαρτίας ἐλευθερῶν; πῶς δὲ κατάρα, ὁ ἐξαγοράζων ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου; Ἀλλ' ἵνα καὶ μέχρι τούτων τὸ ταπεινὸν ἐπιδείξηται, τυπῶν ἡμᾶς εἰς ταπείνωσιν τὴν ὕψους πρόξενον. Ὅπερ οὖν εἶπον, ἁλιεὺς γίνεται, πᾶσι συγκαταβαίνει, σαγηνεύει, πάντα στέγει, ἵν' ἐκ βάθους τὸν ἰχθὺν ἀνενέγκῃ, τὸν νηχόμενον ἐν τοῖς ἀστάτοις καὶ ἁλμυροῖς τοῦ βίου κύμασιν ἄνθρωπον.

Βʹ. ∆ιὰ τοῦτο καὶ νῦν, ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Γαλιλαίας ἐπιδημεῖ καλῶς, ἵνα ὁ λαὸς, ὁ καθήμενος ἐν σκότει, ἵδῃ φῶς μέγα. Εἰς τὴν Ἰουδαίαν μεθίσταται, ἵνα πείσῃ τοῦ γράμματος ἐξαναστάντας, ἀκολουθῆσαι τῷ πνεύματι. Νῦν μὲν ἐπ' ὄρους διδάσκει, νῦν δὲ ἐν πεδίοις διαλέγεται, νῦν δὲ εἰς πλοῖον μεταβαίνει, νῦν δὲ ἐπιτιμᾷ ζάλαις. Τάχα καὶ ὕπνον δέχεται, ἵνα καὶ ὕπνον εὐλογήσῃ· τάχα καὶ κοπιᾷ, ἵνα καὶ τὸν τόπον ἁγιάσῃ· τάχα καὶ δα κρύει, ἵνα τὸ δάκρυον ἐπαινετὸν ἀπεργάσηται. Με ταβαίνει τόπον ἐκ τόπου ὁ μηδενὶ τόπῳ χωρού μενος, ὁ ἄχρονος, ὁ ἀσώματος, ὁ ἀπερίληπτος. Ὁ αὐτὸς, καὶ ἦν, καὶ γίνεται· καὶ ὑπὲρ χρόνον ἦν, καὶ ὑπὸ χρόνον ἔρχεται· καὶ ἀόρατος ἦν, καὶ ὁρᾶται. Ἐν ἀρχῇ ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν. Τρίτον τὸ, ἦν, τῷ ἀριθμῷ βεβαιούμενον. Ὃ ἦν ἐκένωσε, καὶ ὃ μὴ ἦν προσέλαβεν· οὐ δύο γε νόμενος, ἀλλ' ἓν ἐκ τῶν δύο γενέσθαι ἀνασχό 36.285 μενος. Θεὸς γὰρ ἀμφότερα, τό τε προσλαβὸν, καὶ τὸ προσληφθέν· δύο φύσεις εἰς ἓν συνδραμοῦσαι, οὐχ υἱοὶ δύο· μὴ καταψευδέσθω ἡ σύγκρασις. Οὗτος ὁ τηλικοῦτος, ὁ τοσοῦτος· ἀλλὰ τί πέπονθα; Πάλιν ἐμπέπτωκα εἰς ἀνθρώπινα ῥήματα. Πῶς γὰρ τὸ ἁπλοῦν τοσοῦτον; πῶς δὲ τὸ ἄποσον τηλικοῦτον; Ἀλλὰ δότε συγγνώμην τῷ λόγῳ· ὀργάνῳ βραχεῖ περὶ τῶν μεγίστων φθέγγομαι. Καὶ τοῦτο οἴσει ὁ πολὺς, ὁ μακρόθυμος, ἡ ἀνείδεος φύσις καὶ ἀσώματος, τοὺς ὡς περὶ σώματος καὶ τῆς ἀληθείας λόγους ἀσθενεστέρους. Εἰ γὰρ σάρκα ἐδέξατο, καὶ τὸν τοιοῦτον φέρεται λόγον.

Γʹ. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ, ἔνθα πλείων ἡ ἐρημία. Εἰ ἐπὶ τῆς ἰδίας ἔμεινε περιωπῆς, εἰ μὴ συγκατέβη τῇ ἀσθενείᾳ, εἰ ὅπερ ἦν ἔμεινεν, ἀπρόσιτον ἑαυτὸν φυλάττων καὶ ἀπερίληπτον, ὀλίγοι ἂν ἠκολούθησαν τυχόν· οὐκ οἶδα δὲ, εἰ καὶ ὀλίγοι, τάχα μόνος Μωϋτῆς, καὶ οὗτος τοσοῦτον, ὥστε μόλις ἰδεῖν Θεοῦ τὰ ὀπίσθια. Τὴν μὲν γὰρ νεφέλην διέσχεν, ἔξω τοῦ