1

 2

 3

1

Ad patrem

ΛΟΓΟΣ ΙΒʹ.

Εἰς τὸν πατέρα ἑαυτοῦ, ἡνίκ' ἐπέτρεψεν αὐτὸν φροντίζειν τῆς Ναζιανζοῦ Ἐκκλησίας.

Αʹ. Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα Πνεῦμα, καὶ δίδωμι τὰ ἐμαυτοῦ πάντα, καὶ ἐμαυτὸν τῷ Πνεύ ματι, καὶ πρᾶξιν, καὶ λόγον, καὶ ἀπραξίαν, καὶ σιω πήν· μόνον ἐχέτω με, καὶ ἀγέτω, καὶ κινείτω καὶ χεῖρα, καὶ νοῦν, καὶ γλῶσσαν, ἐφ' ἃ δεῖ καὶ βούλε ται· καὶ ἀπαγέτω πάλιν ἀφ' ὧν δεῖ, καὶ ὧν ἄμεινον. Ὄργανόν εἰμι θεῖον, ὄργανον λογικὸν, ὄργανον καλῷ τεχνίτῃ τῷ Πνεύματι ἁρμοζόμενον καὶ κρουόμενον. Χθὲς ἐνήργει τὴν σιωπήν; τὸ μὴ λέγειν ἐφιλοσόφουν. Σήμερον κρούει τὸν νοῦν; ἠχήσω τὸν λόγον, καὶ φιλοσοφήσω τὸ φθέγγεσθαι. Καὶ οὔτε λά λος οὕτως εἰμὶ, ὡς λέγειν ἐπιθυμεῖν, τὸ σιωπᾷν ἐνεργούμενος· οὔτε σιωπηλὸς οὕτω καὶ ἀμαθὴς, ὡς ἐν καιρῷ λόγου τιθέναι φυλακὴν τοῖς χείλεσιν· ἀλλὰ καὶ κλείω καὶ ἀνοίγω τὴν ἐμὴν θύραν Νῷ, καὶ Λόγῳ, καὶ Πνεύματι, τῇ μιᾷ συμφυΐᾳ τε καὶ θεότητι.

Βʹ. Φθέγξομαι μὲν οὖν, ἐπειδὴ τοῦτο κελεύομαι, φθέγξομαι δὲ πρός τε τὸν ἀγαθὸν τοῦτον ποιμένα, καὶ τὴν ἱερὰν ποίμνην ὑμᾶς, ἅ μοι δοκεῖ βέλτιον εἶναι, ἐμέ τε εἰπεῖν, καὶ ὑμᾶς ἀκοῦσαι σήμερον. Τί ὅτι τοῦ συμποιμαίνοντος ἐδεήθης; Ἀπὸ σοῦ γὰρ ὁ λόγος ἄρξεται, ὦ φίλη καὶ τιμία μοι κεφαλὴ, καὶ τῆς Ἀαρὼν ἐκείνης ἀξία, καθ' ἧς στάζει τὸ πνευμα τικόν τε καὶ ἱερατικὸν ἐκεῖνο μύρον ἄχρι πώγωνος καὶ ἐνδύματος. Τί ὅτι, πολλοὺς στηρίζειν ἔτι καὶ χειραγωγεῖν δυνάμενος, καὶ μέντοι καὶ χειραγω γῶν ἐν τῇ ἰσχύϊ τοῦ Πνεύματος, βακτηρίαν ὑποβάλλῃ τοῖς πνευματικοῖς ἔργοις καὶ ἔρεισμα; Ἢ τοῦτο εἰδὼς καὶ ἀκούων, ὅτι καὶ μετὰ Ἀαρὼν ἐκείνου τοῦ πάνυ ἐχρίσθησαν Ἐλεάζαρ καὶ Ἰθάμαρ οἱ υἱοὶ Ἀα 35.845 ρών; τὸν γὰρ Ναδὰβ καὶ Ἀβιοὺδ ἐκὼν ὑπερβήσομαι, δέει τῆς βλασφημίας· καὶ Μωϋσῆς ἀνθ' ἑαυτοῦ τὸν Ἰησοῦν ἀναδείκνυσιν ἔτι ζῶν ἀντὶ νομοθέτου καὶ στρατηγοῦ, τοῖς ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένοις; Καὶ τὸ μὲν γὰρ τοῦ Ἀαρὼν καὶ τοῦ Ὢρ ὑποστηριζόντων τὰς χεῖρας Μωϋσέως ἐπὶ τοῦ ὄρους, ἵν' ὁ Ἀμαλὴκ καταπολεμηθῇ τῷ σταυρῷ, πόῤῥωθεν σκιαγραφουμένῳ καὶ τυπουμένῳ, δοκῶ μοι παρήσειν ἑκὼν, ὡς οὐ σφόδρα οἰκεῖον ἡμῖν καὶ πρόσφορον· οὐ γὰρ συννομοθέτας ᾑρεῖτο τούτους Μωϋσῆς, ἀλλ' εὐχῆς βοηθοὺς, καὶ καμάτου χειρῶν ἐρείσματα.

Γʹ. Σοὶ δὲ τί πάσχει; τί κάμνει; Τὸ σῶμα; Ὑπο στηρίζειν ἕτοιμος· ἀλλὰ καὶ ὑπεστήριξα, καὶ ἐστηρίχθην, ὡς ὁ Ἰακὼβ ἐκεῖνος, πατρικαῖς εὐλο γίαις. Ἀλλὰ τὸ πνεῦμα; Τίς ἰσχυρότερος, καὶ θερμότερος, καὶ νῦν μάλιστα, ὅσῳ τὰ τῆς σαρκὸς ὑποβαίνει καὶ ὑπεξίσταται, ὥσπερ φωτὶ, τὸ ἀν τιφράττον καὶ ἀντικείμενον, καὶ κωλύον τὴν λαμπη δόνα; Φιλεῖ γὰρ ὡς τὰ πολλὰ ἀντιπολεμεῖν ταῦτα ἀλ λήλοις καὶ ἀντικαθέζεσθαι· καὶ σῶμα μὲν εὐ εκτεῖν, καμνούσης ψυχῆς, ψυχὴν δὲ θάλλειν καὶ ἄνω βλέπειν, τῶν ἡδονῶν ὑποβαινουσῶν καὶ συναπο μαραινομένων τῷ σώματι. Σοῦ δὲ καὶ ἄλλως ἐθαύ μασα τὸ ἀρχαϊκὸν καὶ γενναῖον, πῶς οὐδὲ τοῦτο ἔδεισας, σφόδρα τῶν νῦν ὑπάρχον καιρῶν, μή σοι τὸ πνεῦμα πρόφασις νομισθῇ, καὶ σαρκικῶς ταῦτα λαμβάνειν δοκῶμεν τοῖς πολλοῖς, πνευματι κῶς προσποιούμενοι. Ἐπειδὴ μέγα τὸ πρᾶγμα καὶ τυραννικὸν, καὶ θαυμασίαν οἵαν ἔχον ἀπόλαυσιν, οἱ πολλοὶ νομίζεσθαι πεποιήκασιν· κἂν ἔτι στενοτέρας τις ἢ κατὰ ταύτην προστατῇ καὶ ἐξηγῆται ποί μνης, καὶ πλέον φερούσης τῶν ἡδέων τὰ μοχθηρά. Τοῦτο μὲν δὴ τῆς σῆς εἴτε ἁπλότητος