1

 2

 3

 4

 5

1

Ad cives Nazianzenos

ΛΟΓΟΣ ΙΖʹ.

Πρὸς τοὺς πολιτευομένους Ναζιανζοῦ ἀγωνιῶντας, καὶ τὸν ἄρχοντα ὀργιζόμενον.

Αʹ. Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, 35.965 καὶ τὰ αἰσθητήρια τῆς

καρδίας μου μαιμάσ σει, φησί που τῶν ἑαυτοῦ λόγων Ἱερεμίας, ὁ τῶν προφητῶν συμπαθέστατος, ἀποκλαιόμενος τὸν Ἰσραὴλ ἀπειθοῦντα, καὶ τῆς τοῦ Θεοῦ φιλανθρω πίας ἀλλοτριούμενον, κοιλίαν μὲν τὴν ἑαυτοῦ ψυχὴν ὀνομάζων, κατὰ τοὺς τῆς τροπῆς νόμους. Οὕ τω γὰρ εὑρίσκω πολλαχοῦ τῆς Γραφῆς, εἴτε ὡς ἀπόκρυφον καὶ ἀόρατον (τὸ γὰρ αὐτὸ καὶ ψυχῆς καὶ γαστρὸς τὸ κρύπτεσθαι), εἴτε ὡς χωρητικὴν καὶ ἀνα δοτικὴν, ἵν' οὕτως εἴπω, τῶν ἐκ τοῦ λόγου τροφῶν· ὃ γάρ ἐστιν ἐν σώματι τροφὴ, τοῦτο ἐν ψυχῇ λό γος. Αἰσθητήρια δὲ τάχα μὲν τὰ τῆς ψυχῆς κινήματα καὶ διανοήματα, καὶ τούτων μάλιστα, ὅσα ἐκ τῆς αἰ σθήσεως, οἷς ὁ δίκαιος σπαράσσεται, καὶ θερμαίνε ται, καὶ ὁρμητικῶς ἔχει, καὶ οὐδὲ καθεκτός ἐστι διὰ τὴν ζέσιν τοῦ Πνεύματος· τοῦτο γὰρ τὸ μαιμάσσειν, οἷον προθυμία τις θυμῷ σύγκρατος. Εἰ δὲ καὶ τῶν σωματικῶν ἔστιν ἃ λαμβάνοι τις αἰσθητηρίων, οὐκ ἀπὸ σκοποῦ λήψεται· καὶ ὀφθαλμῶν, καὶ ὤτων, οὐ μόνον ἀχθομένων τοῖς χείροσι καὶ θεάμασι καὶ ἀκούσμασιν, ἀλλὰ καὶ τὰ βελτίω ποθούντων καὶ ἰδεῖν καὶ ἀκοῦσαι διὰ τὸ εὔσπλαγχνον. Πλὴν ὅπως ἂν νοῆ ται ταῦτα, ὁ δίκαιος ἀλγεῖ καὶ μαιμάσσει, καὶ οὐ με τρίως φέρει τὰ πάθη τοῦ Ἰσραὴλ, ὁποτέρως βούλει ταῦτα νοεῖν· εἴτε τὰ σωματικὰ, καὶ τοῦ σωματικῶς ὁρωμένου, εἴτε τὰ πνευματικὰ, καὶ τοῦ νοουμέ νου πνευματικῶς. Ἐπεὶ καὶ πηγὴν δακρύων ὁ αὐτὸς προφήτης ἐπιζητεῖ, καὶ σταθμὸν ἔσχατον ἐπι ποθεῖ, καὶ ἐρημίαν ἀσπάζεται, ἵνα κενώσῃ τὸ πολὺ τῆς λύπης, καὶ κουφισθῇ πως τῆς ἔνδον πληγῆς, καθ' ἡσυχίαν θρηνήσας τὸν Ἰσραήλ.

Βʹ. Τὸ δ' αὐτὸ καὶ ὁ θεῖος ∆αβὶδ, οὐ μικρὸν ἔμπρο σθεν ἐπὶ τοῖς καθ' ἑαυτὸν δυσχεραίνων, Τίς δώσει μοι, φησὶ, πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετα σθήσομαι, καὶ καταπαύσω; Περιστερᾶς ἐπιζητεῖ πτέρυγας, εἴτε ὡς κουφοτέρας καὶ ταχυτέρας· τοι οῦτος γὰρ ἅπας δίκαιος· εἴτε ὡς τὸ Πνεῦμα σκιαγρα φούσας, ᾧ μόνῳ τὰ δεινὰ φεύγομεν, ἵν' ὡς ποῤ ῥωτάτω γένηται ἀπὸ παρόντων κακῶν. Εἶτα τὸ ἐν τοῖς στενοῖς φάρμακον, ἡ ἐλπίς· Προσεδεχόμην, φησὶ, τὸν Θεὸν τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Ὅπερ οὖν καὶ ἀλλαχοῦ ποιῶν φαίνεται, τάχιστα τῷ λυποῦντι τὸ ἴαμα προστιθεὶς, καὶ ἀγαθὸν ἡμῖν παρέχων παίδευμα καὶ λόγῳ καὶ ἔρ γῳ τῆς πρὸς τὰ δεινὰ μεγαλοψυχίας· Ἀπηνήνατο, φησὶ, παρακληθῆναι ἡ ψυχή μου. Ὁρᾷς ἀκη 35.968 δίας ῥήματα καὶ ἀπογνώσεως; Ἆρ' οὐκ ἔδεισας ὡς περὶ ἀθεραπεύτου τοῦ ∆αβίδ; Τί λέγεις; Οὐ δέχῃ παράκλησιν; ἀπελπίζεις παραμυθίαν; οὐδεὶς θερα πεύσει σε; οὐ λόγος, οὐ φίλος, οὐ συγγενὴς, οὐ συμβουλεύων, οὐ συναλγῶν, οὐ τὰ καθ' ἑαυτὸν δι ηγούμενος, οὐ τὰ ἀρχαῖα λέγων, οὐ τὰ νῦν παρατι θεὶς, ὅσοι καὶ ἀπὸ χαλεπωτέρων κακῶν διεσώθησαν; Ἔῤῥιπται πάντα; οἴχεται; περικέκοπται; ἀπόλωλε πᾶσα ἐλπίς; κεῖσθαι δεῖ μόνον, τὸ τέλος ἐκδεχομέ νους; Ταῦτα ὁ μέγας ∆αβὶδ, ὁ ἐν θλίψεσι πλατυνόμε νος· ὁ καὶ σκιᾶς θανάτου κυκλούσης μετὰ τοῦ Θεοῦ κατεξανιστάμενος. Τί οὖν ἐγὼ πάθω, ὁ μικρὸς, ὁ ἀσθενὴς, ὁ γήϊνος, ὁ μὴ τοσοῦτος τῷ πνεύματι; ∆α βὶδ ἰλιγγιᾷ, καὶ τίς σώζεται; Τίνα βοήθειαν εὕροι μι κακοπαθῶν, ἢ τίνα παράκλησιν; πρὸς τίνα καταφύγω στενοχωρούμενος; Ἀποκρίνεταί σοι ∆α βὶδ ὁ μέγας θεραπευτὴς,