Fragmentum in evangelium Matthaei

Fragmentum in evangelium Matthaei

10.1189 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ἐὰν

δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος ἐστὶ, τὸ σκότος πόσον; Ἀπλοῦς ὀφθαλμὸς, ἡ ἀνυπόκριτός ἐστιν ἀγάπη, δι' ἧς ὅταν τὸ σῶμα φωτίζηται, τὰ αὐτὰ τοῖς ἔσωθεν νοούμενοις, καὶ διὰ τῶν ἔξωθεν μερῶν προφέρουσα; ὁ δὲ πονηρὸς ὀφθαλμός ἐστιν ἡ προσποίητος ἀγάπη, ἥτις καὶ ὑπόκρισις καλεῖται· δι' ἧς ἅπαν τὸ σῶμα σκοτίζεται τοῦ ἀνθρώπου. Ἄξια μὲν σκότους πράγ-ματα ἐννοούμενον ἔσωθεν· διὰ δὲ τῶν ἔξωθεν μερῶν, φωτὸς εἶναι δοκοῦντα προφέρον ῥήματα· λύ-κοι γάρ εἰσιν ὡς ἀληθῶς, προβάτων περιβεβλημένοι δοράς· οἱ τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος μόνον πλύνοντες, καὶ οὐκ εἰδότες, ὅτι ἐὰν μὴ τὸ ἔσω-θεν τούτων καθαρισθῇ, οὐδὲ τὸ ἔξωθεν καθαρὸν δύνα-ται γενέσθαι. ∆ιόπερ τούτους σαφῶς ἐλέγχων, φησὶν ὁ Σωτὴρ, ὅτι· Εἰ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον; Τουτέστιν· εἰ ἡ δοκοῦσά σοι ἀγάπη εἶναι φῶς, διὰ τὴν ἐν σοὶ κεκρυμμένην ὑπόκρισιν σκότους ἄξιόν ἐστιν ἔργον, τί τὰ προφανῆ σου παραπτώματα;