1

 2

 3

 4

 5

 6

 7

 8

1

Paroemiae (e cod. Leidense)

ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ.

Α. 1.1 Ἀφροδίσιος ὅρκος: οὐκ ἐμποίνιμος. ἐπὶ γὰρ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι οἱ θεοὶ οὐκ ὀργίζονται. 1.2 Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γη ράσκων ἀετὸς κρείττων ᾖ νεάζοντος ὄρνιθος. 1.3 Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι οὐδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. 1.4 Ἄλλοτε δ' ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προσήκει τινὰ ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυ πόδων. 1.5 Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἀπαγορευόντων δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν. 1.6 Αἴρειν μασχάλην: ἀντὶ τοῦ εὐωχεῖσθαι. εἴρηται ἀπὸ τῶν ἀγροίκως ὀρχουμένων. 1.7 Ἀεὶ κολοιὸς πρὸς κολοιόν· καί· Ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς εἰς τὸν ὁμοῖον. 1.8 Ἀμαλθείας κέρας: ὅτι τῇ τροφῷ αὐτοῦ Ἀμαλθείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας, δι' οὗ ἐπέβλυσεν αὐτῇ πᾶν ὃ ἂν ᾐτήσατο. 1.9 Ἀετὸν ἵπτασθαι διδάσκεις: ἐπὶ τῶν βουλομένων διδάσκειν τοὺς σοφωτέρους αὐτῶν. 1.10 Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία. 1.11 Ἀγὼν πρόφασιν οὐκ ἀναμένει: ἐπὶ τῶν φύσει ῥᾳθύμων καὶ ἀμελῶν, ἤτοι ἐπὶ τῶν μὴ προσιεμένων τοὺς λόγους τῶν προφασιζομένων. μέμνηται δὲ αὐτῆς Πλάτων· οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι· καὶ ἐν Νόμων ἕκτῳ· ἀλλὰ γὰρ ἀγῶνα προφάσεις φασὶν οὐ πάνυ δέχεσθαι. Αἰσχύλος δέ φησι Γλαύκῳ Ποτνιεῖ· Ἀγὼν γὰρ ἄνδρας οὐ μένει λελειμμένους. καὶ Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ. 1.12 Ἄϊδος κυνῆ: ἐπὶ τῶν ἐπικρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων. τοιαῦτα γὰρ τὰ τοῦ Ἄϊδος. 1.13 Ἄκρῳ ἅψασθαι δακτύλῳ: ἐπὶ τῶν βλαβερῶν. 1.14 Αἵμασι κλαίειν: καθ' ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δακρυόντων. 1.15 Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ' ἐπεισρέει. 1.16 Ἄμμες ποτ' ἦμεν. 1.17 Ἀεὶ τὰ πέρυσι βελτίω. 1.18 Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. 1.19 Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμάργων. 1.20 Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: ἁλιέα φασί ποτε τοὺς ἁλισκομένους ἰχθύας χειρὶ λαβόντα, ὑπ' αὐτῶν πλη γέντα τοῦτο τὸ παροιμιῶδες εἰπεῖν. 1.21 Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας. 1.22 Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυσκόλων καὶ δυσ τρόπων. ἐξαιρέτως χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων. 1.23 Ἁλῶν μέδιμνον ἀποφαγών: ἐπὶ τῶν ἀχαρίστων. ἥδε ἡ παροιμία τῶν ἠθικῶν. 1.24 Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου τὰ τῶν τεχνῶν κάλλιστα ἀποδιδόντων γνώμῃ. 1.25 Ἀρχαϊκὰ φρονεῖς: ἤτοι εὐήθη. 1.26 Ἀβυδηνὸν ἐπιφόρημα: τὸ ἀηδές, διὰ τὸ τοὺς Ἀβυδηνοὺς μετὰ δεῖπνον προσάγειν τοὺς ἑαυτῶν παῖδας τοῖς εὐωχουμένοις κεκραγότας καὶ θορυβοῦντας καὶ ἀηδίαν ἐμποιοῦντας τοῖς δαιτυμόσι. 1.27 Ἅβρωνος βίος: ὁ πολυτελής. Ἅβρων γάρ τις ἐγένετο πλούσιος· ὅθεν καὶ ἁβροδίαιτος. 1.28 Ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος. 1.29 Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδοικότων. 1.30 Ἀγαμεμνόνεια φρέατα: Ἀγαμέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέατα ὤρυξεν. 1.31 Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ σκλη ρῶν. θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλήφθη. 1.32 Ἀγαθὴ καὶ μᾶζα μετ' ἄρτον: ἐπὶ τῶν τὰ δεύτερα τισὶ διδόντων. 1.33 Ἀγαθώνειος αὔλησις: ἡ ἡδίστη καὶ εὐφραντή. 1.34 Ἀνδριὰς σφυρήλατος: ἐπὶ τῶν ἀναισθήτων. 1.35 Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων. ἐφ' ᾗ ἡ ∆ημήτηρ, ὅτε τὴν κόρην ἐζήτει, ἐκάθισεν. 1.36 Ἀγαθῶν θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί·