1

1

Hymnus ΓΕΩΡΓΙΟΙΟ ΑΛΙΤΡΟΙΟ ΥΜΝΟΣ

Μνώεο, Χριστέ, υἱὲ θεοῖο ὑψιμέδοντος, οἰκέτεω σέο κῆρ' ἀλιτροῖο γράψαντος τάδε· καί μοι ὄπασσον λῦσιν παθέων κηριτρεφέων, τά μοι ἐμφύει ψυχᾷ ῥυπαρᾷ· δὸς δὲ ἰδέσθαι, σῶτερ Ἰησοῦ, ζαθέαν αἴγλαν σάν· ἔνθα φανεὶς μέλψω ἀοιδὰν ψυχᾶν παίονι, παίονι γυίων πατρὶ σὺν μεγάλῳ πνεύματι θ' ἁγνῷ.