Prolegomena et scholia in Theodosii Alexandrini canones

 Κατὰ δεύτερον δὲ λόγον προτερεύει τὸ ὄνομα τοῦ ῥήματος, ὅτι τὸ μὲν ὄνομα συναναιρεῖ, τὸ δὲ ῥῆμα συναναιρεῖται· καὶ γὰρ ἀναιρουμένου Σωκράτους συναναιρ

 καὶ τὴν μεσότητα συμπεριέλαβεν· καὶ γὰρ ἡ μεσότης ἢ ἐνέργειαν ἢ πάθος, ἕτερον δὲ οὐδὲν σημαίνει· ἐνέργειαν μέν, οἷον τέτυπα καὶ ἐγραψάμην ἀντὶ τοῦ τέτ

 ἐνεστῶτα καὶ παρατατικὸν ὁμοῦ φαμεν, οἷον τύπτειν τύπτοιμι, καὶ παρακείμενον καὶ ὑπερσυντέλικον ὁμοῦ, οἷον τετυφέναι τετύφοιμι, ἀόριστον δὲ ἰδίᾳ καὶ μ

 διαφόρων προσώπων τίκτεται καὶ ὁ διάφορος ἀριθμός, οἷον ἐκ τοῦ ἑνὸς προσώπου γίνεται ὁ ἑνικὸς ἀριθμός, καὶ ἐκ τῶν δύο γίνε ται ὁ δυϊκός, καὶ ἐκ τῶν πλ

 τέτηκα καὶ ἐλουσάμην. Ἔστιν οὖν εἰπεῖν, ὅτι ὁ χαρακτήρ, ἤγουν ὁ τύπος, τῆς φωνῆς ἐπεκράτησεν ἐπὶ τούτων· ὥσπερ γὰρ ἐν τοῖς ὀνόμασι πολλάκις τοῦ σημαιν

 τριῶν συμφώνων πρόσκειται, ὅπερ οὐκ ἔστιν ἴδιον συζυγίαςσυζυγία γάρ, ὡς εἴρηται, κυρίως λέγεται παρὰ τὸ δύο ἄγεινδιὰ τοῦτο οἱ ὀνο ματοθέται πρὸς ἀκρίβ

 ὠφελήσω· εἰ ἄρα οὖν ἐπὶ τοῦ ἀλεξῶ ἑψῶ αὐξῶ μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον ἀλεξήσω αὐξήσω ἑψήσω, καὶ οὐκ ἐκφέρεται δι' ἑνὸς τοῦ ˉλ

 τοῦ πρώτου προ σώπου, ἀλλὰ διὰ τοῦ δευτέρου καὶ τρίτου. Ταῦτα μὲν περὶ τῶν συζυ γιῶν τῶν περισπωμένων. Τέσσαρες δέ εἰσι συζυγίαι τῶν εἰς ˉμˉι, ὧν ἡ μὲ

 ἐπιλιμπάνει, ἐπειδὴ καὶ οἱ κωμικοὶ ἐπιτηδεύουσι λέγειν τὰ κακόφωνα ταῦτα παιγνίου χάριν. Κατὰ τύχην δέ, ὡς ὅταν εἴπωμεν, ὅτι τοῦ γυνή ἡ γενικὴ οὐκ ἔστ

 δὲ τὸ ἐρεθίζω) μινύθω (σημαίνει δὲ τὸ ἐλαττῶ) φθινύθω (σημαίνει δὲ τὸ φθείρω)· πάλιν δὲ τὰ εἰς ˉβˉω βαρύτονα ἔχοντα πρὸ τοῦ ˉβ σύμφωνον ἢ τὸ ˉε μόνον

 δῆλον ὅτι εἰπών ὁριστικοῖς πρὸς ἀντιδιαστολὴν τῶν λοιπῶν ἐγκλίσεων εἶπεν, ἐνεστώτων δὲ διὰ τοὺς ἄλλους χρόνους, ἐνεργητικῶν δὲ διὰ τὰ παθητικὰ καὶ μέσ

 καὶ τὰ ἐξ αὐτῶν παραγόμενα ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον τύπτω τύπτεις τύπτει, λέγω λέγεις λέγει, τιθῶ τίθημι, ἱστῶ ἵστημι, 24 διδῶ δίδω

 λαβέ γὰρ καὶ ἰδέ λέγουσιν ὀξυτόνως. Τὰ δὲ κατὰ διάλεκτον οὐ θέλομεν συναριθμεῖν, ἐπειδὴ πολλὰ εὑρίσκομεν, καὶ μάλιστα παρὰ τοῖς ∆ωριεῦσι, κατὰ πάθος ὀ

 πρόσωπον εἶς,<Hes. Opp. 8> τῇδ' εἶς, ᾗ σ' ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ πορεύῃ· καὶ λοιπὸν ἐκεῖθεν ἔσχε τὴν ˉεˉι δίφθογγον. Καὶ τὰ εἰς ˉω

 ποιεῖ τὸ τρίτον πρόσωπον, οἷον τύπτεις τύπτει, 29 λέγεις λέγει, ἐτύφθης ἐτύφθη, ποιεῖς ποιεῖ, βοᾷς βοᾷ, χρυσοῖς χρυσοῖ, ἔλεγες ἔλεγε, ἔτυπτες ἔτυπτε,

 τον, ἐπειδὴ εἰς ˉσˉι λήγει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, τύπτουσι γάρ. Τούτων οὕτως ἐχόντων ζητοῦμεν, κατὰ ποῖον τρόπον ἐπιλιμπάνει τὸ πρῶτον πρ

 ἀντιπροηγοῦνται, οἷον ἐν τῷ πρῶτος τὸ ˉρ ὑποτέτακται τοῦ ˉπ κατὰ σύλληψιν, ἐὰν δὲ ἀντιπροηγή σηται τὸ ˉρ τοῦ ˉπ, κατὰ διάστασιν αὐτοῦ <ἀντι>προηγεῖται

 ἀριθμοῦ. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι εἰ καὶ τρία πρόσωπα λέγομεν ἐν τοῖς δυϊκοῖς, ἀλλ' οὖν ἕκαστον αὐτῶν δύο πρόσωπα σημαίνει, ἐπεὶ κατὰ τὸν λόγον ὑμῶν

 τῆς τρίτης τῇ ˉοˉυ διφθόγγῳ παραλήγονται, οἷον ὁ ποιῶν τοῦ ποιοῦντος, ὁ νοῶν τοῦ νοοῦντος, ὁ τελῶν τοῦ τελοῦντος, ὁ στεφανῶν τοῦ στεφανοῦντος· ἡ δὲ γε

 γίνεται βοῶμεν, ὥσπερ ἐλούσαο, ἐλούσω, καὶ <κατὰ κρᾶσιν> τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρὸν γίνεται βοᾶτε, ὥσπερ τὰ ἐμά τἀμά· καὶ πάλιν ποιέο μεν ποιέετε, πο

 ὁ τεχνικός, ἐπειδὴ οὐκ ἔστιν ἡ δοτικὴ τῶν πληθυντικῶν τῆς μετοχῆς τούτου ἐν χρήσει· οὐκ ἔστι γὰρ ἐν χρήσει οἱ ἔντες τῶν ἔντων τοῖς εἶσιν, καὶ λοιπὸν ὡ

 Ἀττικά, κατὰ ἔκτασιν γὰρ Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη γεγόνασιν· τὸ δὲ ἤθελον οὐ γέγονε κατ' ἔκτασιν, ἀλλὰ δύο ἐνε στῶτές εἰσιν, ὁ θέλω καὶ ὁ ἐθέλω· <καὶ

 χλιαρά, καθαρός καθαρά· δῆλον οὖν ὅτι οὐκ ἔστι σύμφωνον τὸ ˉρ ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν σύμφωνον, εἰς ˉη ὤφειλε ποιῆσαι τὸ θηλυκὸν καὶ οὐκ εἰς ˉα. Ἰστέον

 ἐλέγομεν ὅτι τὸ ˉρ πέφυκεν ἐπιδέχεσθαι καὶ δασεῖαν καὶ ψιλήν, δεῖ γινώσκειν, ὅτι τὸ ˉρ ἀρχόμενον λέξεως δασύνεσθαι θέλει, οἷον ῥώμη ῥήτωρ, χωρὶς τοῦ ᾿

 ἀνεγίνωσκον καὶ ἀνέρχομαι ἀνηρχόμην· οὐδὲ γὰρ ηὐξήθη ἐπὶ τούτων χρονικῶς ἡ ἄρχουσα τοῦ παρατατικοῦ, ἡ γὰρ ἄρχουσα τοῦ ἐνεστῶτος ἐφυλάχθη καὶ ἐν τῷ παρ

 τοῦ ˉε ἑώρων. Τὸ δὲ ˉε ποτὲ μὲν εἰς ˉη τρέπεται, οἷον ἐλέγχω ἤλεγχον, ἐλαύνω ἤλαυνον, ποτὲ δὲ καὶ τὸ ˉι προσλαμβάνει, οἷον ἔχω εἶχον, ἕρπω εἷρπον. Κρε

 πάλιν τὸ ˉι καὶ ˉυ τῷ ˉε προσερχόμενα ἀποτελοῦσι δύο διφθόγγους, τουτέστι τὴν ˉεˉι καὶ τὴν ˉεˉυ· καὶ πάλιν τὸ ˉι καὶ ˉυ προσερχόμενα τῷ ˉη δύο ἀποτελο

 <ἑ> μοῖρα βαρεῖα, ἀντὶ τοῦ ἦγεν, καὶ πάλιν ἅπτομαι ἡπτόμην, <Ψ 666> ἅψατο δ' ἡμιόνων, ἀντὶ τοῦ ἥψατο· πρόσκειται δέ ἤ, ὅπερ κάλλιόν ἐστιν εἰπεῖν, ταῖς

 συνθέτων τῶν μὴ ὄντων ἀπὸ προθέσεως κλίσις ἐγένετο συνθέσεως, μετὰ γὰρ τὴν σύν θεσιν ἐγένετο ἡ κλίσις, τουτέστι πρῶτον συνετέθησαν καὶ οὕτως ἐκλί θησα

 φυλάττεται ἡ ἄρχουσα ἀλλ' ἐξαμαυροῦται. Ἄτρεπτος οὖν τηρεῖται ἡ πρό θεσις, χωρὶς εἰ μὴ ἐν πλεονασμῷ εἴη, ὡς ἐπὶ τοῦ καθέζομαι ἐκαθεζόμην, καθεύδω ἐκάθ

 ἐκάμμυον ἤνεπον· πάντα γὰρ τὰ ῥήματα τὰ ἁπλᾶ ἔξωθεν ποιοῦνται τὴν κλίσιν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον. ∆ιὰ τοῦτο καὶ τὸ ἀνοίγω μηδὲν πλέον σημαῖ

 ἐκράθησαν καὶ οὐκ εἰς τὸ ˉη, ἐπειδὴ καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κ

 καταλῆγον προσθέσει τοῦ ˉς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ˉς εἰς ˉν τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, τούτου χάριν καὶ ἐντ

 ˉοˉν, οἷον ἐτύπτετε ἐτύπτετον· καθόλου γὰρ πᾶν δεύ 61 τερον πληθυντικὸν τροπῇ τοῦ ˉε εἰς ˉοˉν τὸ δεύτερον τῶν δυϊκῶν ποιεῖ, οἷον τετύφατε τετύφατον, ἐ

 ἐκεῖνοι ἔλεγον, ἐχρύσουν ἐγώ ἐχρύσουν ἐκεῖνοι, ἔλα βον ἐγώ ἔλαβον ἐκεῖνοι, ἐβόων ἐγώ ἐβόων ἐκεῖνοι. Κανονίζει δὲ τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν ὁ τε

 παρ' Ἀριστοφάνει ἐν Πλούτῳ <28> ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ Κακῶς ἔπραττον καὶ πένης ἦν, ἀντὶ τοῦ ὑπῆρχον· εὑρίσκεται καὶ τρίτου προσώπου ἑνικοῦ,

 λεπίσω λελέπικα, ἁρπάζω ἁρπάσω ἥρπακα, κείρω κερῶ κέκαρκα, τίλλω τιλῶ τέτιλκα, κρούω κρούσω κέκρουκα, τοξεύω τοξεύσω τετόξευκα, ποιῶ ποιήσω πεποίηκα,

 ἱματίου διπλουμένου εἰς ἑαυτό· τὰ γὰρ ἐκ διαφόρων συγκείμενα οὐ λέγονται διπλᾶ, ἀλλὰ σύν θετα· σύνθετα δὲ τὰ στοιχεῖα οὐ δυνάμεθα λέγειν, στοιχεῖον γά

 κατὰ συνεκδρομὴν τούτων· οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι <εἰ> ἦν μέμαγκα, ἀσυνταξία ἤμελλεν εἶναι· δυνατὸν γὰρ τὸ ˉγ πρὸ τοῦ ˉκ εἶναι, ὡς ἐπὶ τοῦ ἔκταγκ

 χαρακτηρίζεσθαι, οἷον 71 ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα, τούτου χάριν ὁ παρακείμενος ὁ ἐνεργητικὸς οὐ χαρακτηρίζεται διὰ τοῦ ἀμεταβόλου μόνου, ἵνα μὴ εὑρε

 αὐτὸ ἔχει· καὶ πάλιν ἐστὶ γελάσω καὶ ἐλάσω, καὶ ἐπειδὴ ὁ μέλλων συν εσταλμένον ἔχει τὸ ˉα, τούτου χάριν καὶ ὁ παρακείμενος ὁ γεγέλακα καὶ ὁ ἤλακα συνε

 τῷ μέλλοντι ὁ παρακείμενος, χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων τῶν παραληγομένων τῷ ˉε· ἐπὶ τούτων γὰρ τρέπεται τὸ ˉε εἰς τὸ ˉα κ

 ἐχόντων τὸ ˉγ καὶ τὸ ˉν· ταῦτα γὰρ οὐκ ἀναδιπλασιάζονται κατὰ τὸν παρακείμενον, ἔγνωκα καὶ οὐ γέγνωκα, ἐγνώρικα καὶ οὐ γεγνώρικα, 76 ἐγνωσιμάχηκα καὶ

 κέκλαυκα κέκλικα κέκρουκα· ταῦτα γὰρ ἄφωνον ἔχουσι πρὸ ἀμεταβόλου καὶ τῷ λόγῳ τῆς κοινῆς ἀντὶ βραχείας παραλαμβάνονται· ὅτε δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ

 εὑρίσκονται καὶ ἐν τοῖς μέτροις ἀπο τελοῦντα κοινὴν συλλαβὴν τὸ ˉκˉτ καὶ ˉπˉτ, ὡς παρ' Ὁμήρῳ, οἷον <δ 127> Αἰγυπτίη, τῇ πλεῖστα δόμοις ἔνι κτήματα κεῖ

 μέλλων ἄρχηται ἀπὸ διπλοῦ ἢ ἀπὸ δύο συμφώνων, μὴ ὄντος ἀφώνου πρὸ ἀμεταβόλου, οὐκ ἀναδι πλασιάζεται ὁ παρακείμενος, ἀλλὰ προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχο

 τοῦ ˉς τὸ τρίτον γένηται, τέτυφε γὰρ καὶ ἔτυψε διὰ τοῦ ˉε ἐστὶ τὸ τρίτον, λέγομεν ὅτι καθόλου ἐπὶ τῶν παρῳχημένων, τῶν ἐχόν των δηλονότι εἰς ˉτˉε τὸ δ

 ἐτετύφειν ἐκεῖνος· ἐνταῦθα γὰρ τὸ τρίτον τῷ πρώτῳ ὁμο φωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, ἀλλ' οὐ κατὰ τὴν αὐτὴν διάλεκτον· τὸ μὲν

 ˉεˉε εἰς τὸ ˉη συναιροῦσιν, καὶ γίνεται ᾔδη ἐκεῖνος, οἷον ὡς παρὰ τῷ ποιητῇ <Α 70> ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα· καὶ ἰδοὺ εὑρίσκεται

 τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν τὸ ˉμ ἔχει ἐπὶ τῆς τελευταίας συλλαβῆς, τετύφαμεν γάρ ἐστιν· τὸ δὲ δεύτερον τῶν δυϊκῶ

 ὄπωπα ὄρωρα ὄδωδα· τούτων δὲ οἱ κοινοὶ μέσοι, φημὶ δὴ τοῦ ὄλωλα καὶ τῶν λοιπῶν, οὐχ εὑρίσκονται ἐν χρήσει, οἷον ὁ ὦλα ὁ ὦπα <ὁ ὦρα> ὁ ὦδα· καὶ παθητικ

 ἡβῶ ἥβηκα, ὠθῶ ὤθηκα· ἐὰν οὖν γένηται ἐπὶ τούτων Ἀττι κὸς παρακείμενος, μέλλει εἶναι ἱκικέτευκα ὑλυλάκτηκα ἡβήβηκα ὠθώθηκα, καὶ λοιπὸν εὑρίσκεται ἐν τ

 ἀγήγοχα καὶ ἐδήδοκα συλλαβὴν ἐπλεόνασαν, ἵνα εὑρεθῶσιν ἔχοντα ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον· ἔστι γὰρ ἄγω ἄξω ἦχα καὶ ἄγηχα ὁ Ἀττικ

 Ἀττικοῦ παρακειμένου, οἷον ἀλήθω ἀλήσω ἤληκα καὶ ἀλήλεκα ὁ Ἀττικός, καὶ πάλιν ἐδῶ ἐδήσω ἤδηκα καὶ ἐδή δεκα ὁ Ἀττικός, καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς τὸ ˉο

 ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον. Ἰστέον δὲ ὅτι πολλάκις ἡνίκα ἀπὸ ἀμεταβόλου ἄρχεται ὁ ἐνεστώς, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακεί

 ἀρκτικὰ τοῦ ἐνε στῶτος ἔχει ὁ παρακείμενος, ἐπὶ τούτων περιττὸν ἡγήσαντο ποιῆσαι [ἐπὶ τῶν ἀπὸ συμφώνου ἀρχομένων] <οἱ> Ἀττικοὶ <ἴδιον> παρακεί μενον.

 ὁμοφωνοῦσι τοῖς παρακειμένοις καὶ ὑπερσυντελί κοις τῆς ἐνεργητικῆς διαθέσεως, τούτου χάριν αὐτοὺς συγκατηρίθμησαν αὐτοῖς.

 λαμβάνονται καὶ ἐπὶ πάθους· ἰδοὺ γάρ ἐστι τέτηκα καὶ τέτυπα, καὶ ἰδοὺ ὁ αὐτὸς σχημα τισμός ἐστιν, ἤγουν ὁ αὐτὸς χρόνος, ἀμφότερα γὰρ μέσου παρακειμένο

 Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, ὅτι ὥσπερ τὸ τέτηκα τύπον μὲν ἔχον φωνῆς ἐνεργητικῆς, σημαινόμενον δὲ παθητικόν, ἀντὶ γὰρ τοῦ ἐτάκην

 ἐκφέρεται, ὁ μέσος παρακείμενος διὰ τοῦ ˉδ ἐκφέρεται, οἷον φράζω φράσω πέφραδα, ὅθεν τὸ <Ξ 500> πέφραδέ τε Τρώεσσι, συρίζω συρίσω σεσύριδα, χέζω χέσω

 μέλλωντούτου χάριν οὐδὲ ἐν τῷ μέσῳ παρακειμένῳ ἐφυλάχθη· ἐπὶ δὲ τοῦ πείθω <καὶ> λείβω ἐπειδὴ ἐφυλάχθη τὸ ˉι κατὰ τὸν μέλλονταπείσω γὰρ καὶ λείψω ἐστὶν

 νωμῆσαι βῶν, καὶ διὰ τὸ οἶκα (ὃ σημαί νει τὸ ὁμοιῶ), οἷον οἶκας παρ' Ἀλκμᾶνιfragm. 80 B4>, ἀντὶ τοῦ ὅμοιος εἶ, καὶ διὰ τὸ ᾖα, ὃ γίνεται ἐν διαλύσει πα

 παρακείμενος δέδοικα, ὥσπερ λείπω λέλοιπα, λείβω λέλοιβα, πείθω πέποιθα. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί δείκω ἐγένετο ὁ ἐνεστὼς διὰ τοῦ ˉκ, καὶ μὴ δείχ

 τὸν τόνον, ἀλλ' οὐκ ἔστι παρῳ χημένου χρόνου ἀλλ' ἐνεστῶτος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι φαίνεται ὁ Ἡρωδιανὸς λέγων ἐν τοῖς Ἐπιμερισμοῖς, ὅτι

 Ζητοῦσι δὲ καὶ περὶ τοῦ πέπονθα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ πονῶ πονήσω ὁ μέσος παρακείμενος πέπονα, καὶ ἐν πλεο νασμῷ τοῦ ˉθ πέπονθ

 ἐστόλειν, ἔσπορα ἐσπόρειν, ἔκτονα ἐκτόνειν. ∆εῖ προσθεῖναι χωρὶς τῶν Ἀττικῶν· ταῦτα γὰρ ἀπὸ βραχείας ἀρχόμενα κατὰ τὸν παρακείμενον ἐν τῷ ὑπερσυντελίκ

 οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· διὰ τοῦτο ὁ παρακείμενος οὐ μεγεθύνει χρονι κῶς τὸν ὑπερσυντέλικον, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι καθόλου οἱοσδήποτ

 ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου, ἵνα συνάρξων ται τῷ παρακειμένῳ, καὶ λοιπὸν ἐγένοντο ἐώλπειν καὶ ἐώργειν καὶ ἐῴκειν, καὶ τὸν κεχρεωστημένον χρόνον

 δύο ˉεˉε θέλει διαλύεσθαι, ἐξ ὧν καὶ συνίσταται, καὶ οὐκ εἰς τὸ ˉε καὶ ˉα· τούτου χάριν εἰς δύο ˉεˉε γέγονεν ἐν τῷ δευ τέρῳ προσώπῳ ἡ διάλυσις τῆς ˉεˉ

 μακράν καὶ αὐτοὶ γὰρ ἀπὸ συναιρέσεως ἔχουσιν αὐτήν, οἷον ἐχρύσοον ἐχρύσουν, ἐστεφάνοον ἐστεφάνουντροπῇ τοῦ ˉν εἰς τὸ ˉς ποιοῦσι τὸ δεύτερον πρόσωπον,

 τρίτῳ προσώπῳ τῶν πληθυντικῶν τοῦ 122 παρατατικοῦ. Πρόσκειται ἐν τῷ κανόνι ἀπὸ τῶν εἰς ˉν φύσει μακρο καταλήκτων διὰ τὸ ἐποίουν καὶ ἐβόων καὶ ἐχρύσουν

 ἀορίστῳ φύσει μακρόν. Ἰστέον δὲ ὅτι πολλάκις οἱ Ἴωνες τρέπουσι τὸ ˉα εἰς τὸ ˉη ἐν τῷ πρώτῳ ἀορίστῳ, οἷον ἐμίανα ἐμίηνα, ἐχλίανα ἐχλίηνα, ἐθέρμανα ἐθέρ

 ἐπιστροφάδην. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνονται καὶ εἰς τὰς μετο χὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· εἶπαι γὰρ καὶ ἐν

 ἤνεγκα ἤνειγξα λέγουσιν, διὰ τῆς ˉεˉι διφθόγγου τὴν παραλήγουσαν ποιοῦντες· περὶ δὲ τοῦ τὴν λήγου σαν διὰ τοῦ ˉξ εἶναι λέγομεν, ὅτι ἢ πρὸς ἀναλογίαν τ

 παραληγομένου φύσει μακρᾷ, οὐδὲ αὐτὸς δύναται παραλήγεσθαι φύσει μακρᾷ, οἷον ἀγοράσω ἠγόρασα, δεσπόσω ἐδέσποσα, νύξω ἔνυξα, λέξω ἔλεξα, τύψω ἔτυψα· εἰ

 τῷ τέτυφα, προσλαμβάνων δὲ τὸ πάλαι ἰσοδυναμεῖ τῷ ὑπερσυντελίκῳ, τουτέστι τῷ ἐτετύφειν. ∆εύ τερον δέ, ὅτε καὶ δῶμεν ἀόριστον τὸν αὐτὸν εἶναι κατὰ τὴν

 παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἐκφέρεται, οἷον λείπω λέλοιπα ἔλιπον, πήθω <πέπονθα> ἔπαθον, κείρω κέκορα ἔκαρον, φθείρω ἔφθορα ἔφθαρον, σπείρω ἔ

 ἔγραψα ἔγραφον, ῥάπτω ῥάψω ἔρραψα ἔρραφον, κείρω κερῶ ἔκειρα ἔκαρον. Ἕτεροι δὲ λέγουσιν, ὅτι εὐλόγως ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ δεύ τερος

 διατί γὰρ τὰ ἔχοντα δύο σύμφωνα φυλάττουσι μακρὰν τὴν παραλήγουσαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπω μένων, οἷον χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον

 καὶ κατὰ ὑπερ βιβασμὸν τοῦ ˉρ καὶ τροπῇ τοῦ ˉα εἰς ˉο καὶ πλεονασμῷ τοῦ ˉβ ἤμβρο τον. Τὸ δὲ ˉβ ἐπλεόνασεν, ἐπειδὴ τὸ ˉμ πρὸ τοῦ ˉρ οὔτε ἐν συλλήψει δύ

 τὸν τρόπον· ὥσπερ ἀπὸ τοῦ φεύγω γέγονεν ἔφυγον καὶ ἀπὸ τοῦ τεύχω ἔτυχον, οὕτω καὶ ἀπὸ τοῦ ἐλεύθω γέγονεν ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον· ὡσαύτως δὲ κα

 παιπαλόεσσαν ἀνελθών, λόγῳ δὲ παραληγούσης διὰ τοῦ ˉι γρά φεται, οἷον <ψ 40> οὐκ ἴδον, οὐ πυθόμην. Ἰστέον δὲ ὅτι τὸ μὲν εἶδον ἐν μὲν τῇ ὁριστικῇ ἐγκλί

 συνηθείᾳ). Ἡ ˉεˉι δίφθογγος ἐν τῷ δευτέρῳ ἀορίστῳ ἀποβάλλει τὸ ˉε καὶ φυλάττει τὸ ˉι· εἴρηται γὰρ ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι

 μονῆρές ἐστιν· οὐδέποτε γὰρ ὁ δεύτερος ἀόριστος πρὸ τῆς ˉοˉν συλλαβῆς τὸ ˉς ἔχει, οἷον ἔτυπον ἔνυγον ἔλαβον ἔμαθον ἔφαγον ἔδακον. Λέγει δὲ ὁ Ἡρωδιανός

 προσώπου πρὸς τὸ πρῶτον πρόσωπον, προσῆλθε τὸ κεχρεωστημένον ˉα, οἷον τύψασκε ποιήσασκε. Ταῦτα μὲν οἱ Ἴωνες· οἱ δὲ ποιηταὶ κατὰ μίμησιν τῶν Ἰώνων πολλ

 ἡμῖν ψιλὰ εἰς δασέα τρέπειν, καὶ τὰ παρ' ἡμῖν δασέα εἰς ψιλά· ἰδοὺ γὰρ τὴν παρ' ἡμῖν χύτραν λεγομένην (εἴρηται γὰρ χύτρα παρὰ τὸ χέειν ἡμᾶς ἐξ αὐτῆς)

 ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις, ἀντὶ τοῦ ὅπου, οὐκ ἀντίκειται ἡμῖν δασυνόμενον· ᾗ γὰρ ἦν ἀντὶ τοῦ ὅπου καὶ ἐδασύνετο πρὸ τῆς ˉχˉι ἐπεκτάσεως, καὶ λ

 Ἐνταῦθα περὶ τῆς ποσότητος τῶν συλλαβῶν διαλαμβάνει. Ἰστέον δὲ ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ μέλλων τῷ ἐνεστῶτι, οἷον τύπτω τύψωτὸ γὰρ π

 καὶ θέλω καὶ ὀφείλω, ἀνεμερίσαντο τὴν κλίσιν, καὶ ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, <ὡς> ἀπὸ βαρυτόνων κλίνονται, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖς ἐ

 ἡ γενικὴ διὰ τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉκˉτ ἐκφέρεται, οἷον Φοῖνιξ Φοίνικος, τέττιξ τέττιγος, ὄνυξ ὄνυχος, ἄναξ ἄνακτος, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς ἢ διὰ

 τοῦ Φιλοπόνου λέγοντες, ὅτι κακῶς παρέθετο τὸ λεύσσω· τοῦτο γὰρ οὐ κλίνεται κατὰ τὸν μέλλοντα. Τὰ δὲ διὰ τοῦ ˉζ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα ὑπὲρ δύο

 κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, οἷον δεσπόζω δεσπόσω, ἁρμόζω ἁρμόσω, ἀγο ράζω ἀγοράσω, ἑτοιμάζω ἑτοιμάσω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπὶ τῶν διὰ τοῦ ˉαˉζ

 παρακείμενος καὶ ὁ μέλλων τὸν αὐτὸν χρόνον θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τέτυφα τύψω, ἰδοὺ ἡ ˉτˉυ συλλαβὴ κατὰ τὸν παρακείμενον βραχεῖά ἐ

 δὲ τὸ τύπτω), παλαίω παλαίσω, σβέω σβέσω, τρέω τρέσω, βδέω βδέσω· τὸ γὰρ πνέω πνεύσω καὶ πλέω πλεύσω καὶ χέω χεύσω καὶ ῥέω ῥεύσω πλεονασμὸν πεπόνθασι

 πονήσω καὶ πονέσω· τοῦτο δὲ πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὴν παραλήγουσαν ἔχει ὁ γὰρ πονῶν ἢ ψυχικῶς ἢ σωματικῶς πονεῖ, καὶ εἰ μὲν σωματικῶ

 εὐλόγως· τῷ μὲν γὰρ <ˉω> οὐ <παραλήγονται, ἵνα μὴ> εὑρεθῇ ἀλλεπάλληλον τὸ ˉω, τῷ δὲ ˉα οὐ παραλήγονται, ἐπειδὴ ἡ ἐντέ 163 λεια τῆς δευτέρας συζυγίας τ

 ἱλῶ ἱλᾷς ἱλάσω, ὡς παρὰ τῷ ποιητῇ <Α 100> ἱλασάμενοι πεπίθοιμεν, ὅτι διὰ τοῦ ˉα ἐξηνέχθησαν κατὰ τὸν μέλ λοντα μὴ παραληγόμενα τῷ ˉε. <Τὰ> δὲ ἔχοντα τ

 βοάω καὶ χρυσόω ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν· ἐπειδὴ οὖν ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πῇ μὲν φυλάττει τὸ φωνῆεν τοῦ ἐνεστῶτος ἐν τῷ μέλλοντι, οἷ

 δευτέρου μέλ λοντος τυπῶν περισπωμένως· κατὰ τὴν κλίσιν δὲ διαφέρουσιν, ὅτι ἡ τοῦ μὲν δευτέρου ἀορίστου μετοχὴ διὰ τοῦ ˉο κλίνεται, οἷον τυπών τυπόντο

 συζυγίᾳ τῶν περισπωμένων κλίνεται. Ταῦτα μὲν ἐν τούτοις· ἐν οἷς σὺν θεῷ <πεπλήρωνται> τὰ ἐνεργητικὰ τῆς ὁριστικῆς ἐγκλίσεως. 170 Ὁριστικὰ παθητικά χρό

 τὸ παθητικὸν ποιοῦσιν, οἷον τίθημι τίθεμαι, καὶ συστέλλουσι τὴν παραλήγουσαν· καὶ ἡ μὲν <πρώτη συζυγία τῶν> εἰς ˉμˉι συστέλλει τὴν παραλήγουσαν εἰς τὸ

 τύψας γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχὴ <εἰς ˉς μὲν> ἀλλ' οὐκ ὀξύτονος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ποιοῦνται τὴν τροπὴν τοῦ ˉτ εἰς τὸ ˉς <ἐν μὲν

 καὶ ˉα εἰς ˉη ποιῇ περισπωμένως· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, 175 Ἡρακλέης Ἡρακλῆς, ποιέω ποιῶ·

 οἷον τίθεται τίθεσαι· οὕτως οὖν καὶ δύναται δύνασαι, ὡς γὰρ ἀπὸ τοῦ δύνημι ἐστί, καὶ κάθηται κάθησαι, ἀπὸ γὰρ τοῦ ἧμαι ἐστίν, ὅπερ, ὡς ἀνωτέρω δέδεικτ

 ποιέεται, καὶ κράσει τοῦ μὲν ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ποιοῦμαι, ὥσπερ χάλκεος χαλκοῦς, κατὰ κρᾶσιν δὲ τῶν δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογ

 τύπτοιμεν, λέγοιμι λέγοιμεν, ἐπειδὴ οὐκ εἰσὶ μετὰ μακρᾶς ἀλλὰ μετὰ βραχείας. Ὁ δὲ τεχνικὸς λέγει, ὅτι μετὰ μακρᾶς πρόσκειται καὶ διὰ τὰ εἰς ˉμˉι ὁριστ

 συλλαβικῶς τὸν παρα τατικὸν ποιεῖ τὸν παθητικόν τε καὶ μέσον, <οἷον> τύπτομαι ἐτυπτόμην, λέγομαι ἐλεγόμην, γράφομαι ἐγραφόμην, βιάζομαι ἐβιαζόμην, κολ

 ἔχοντα τὸ ˉμ κλιτικὸν τροπῇ τῆς ˉμˉηˉν εἰς ˉτˉο τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν ποιοῦσιν· καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν, ὅτε ἐστὶν ἡ ἐνεργητικὴ μετο

 ἐνεργητικοὶ παρακείμενοι, εἰ μὲν ὦσιν ἀπὸ περισπωμένων θεμάτων, πρὸς τὴν παρα λήγουσαν κανονίζονται· εἰ μὲν γὰρ μακρᾷ παραλήγονται, τρέπουσι μόνον τὴν

 ἢ ˉχ, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξεις εἰσίν· ἐν παραθέσει γάρ εἰσιν· ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμό

 ἐχρυσώθην κεχρύσωμαι· εἰ οὖν ὁ ἠλάθην καὶ ἀπηλάθην χωρὶς τοῦ ˉς, δηλονότι καὶ ὁ ἐλήλαμαι χωρὶς τοῦ ˉς. Ταῦτα μὲν ἐν τούτοις.

 αὐτὸ τετύφομαι εἶναι διὰ τοῦ ˉο, συνεκόπη ἡ συλλαβὴ ἡ ἀμφιβαλλομένη, καὶ ἐγένετο τέτυμμαι, καὶ λοιπὸν εὐλόγως ἰσοσυλλαβεῖ τῷ ἰδίῳ ἐνεργη τικῷ. Πάλιν ὁ

 πεποίησαι, ὅτι πεποιηκώς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως. Ἐὰν δὲ εὑρεθῇ πρὸ τοῦ ˉτ ἀμετάβολον, τρέπεται τὸ ˉτ εἰς τὸ ˉς ἐν τῷ δευτέρῳ πρ

 ˉτ, ἀσυν ταξία γίνεται, τούτου χάριν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ μετοχῆς ἀναπληροῦται καὶ τοῦ εἰσίν ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμ μένοι εἰ

 καὶ τὸ ˉν καὶ τὸ ˉτ ὁμοῦ, ἤμελλον εἶναι τρία σύμφωνα ὁμοῦ, τοῦ μὲν πρώτου ὄντος ˉπ, τοῦ δὲ δευτέρου μὴ ὄντος ἀφώνου μήτε τοῦ τρίτου ἀμεταβόλου, ἀλλ' ἐ

 τετελειωμένον πρᾶγμα δηλοῦντας καὶ μηδὲν διαφέροντας τῶν παρακειμένων· ὁ γὰρ λέγων γινώσκω καὶ οἶδα ταὐτὸν λέγει, καὶ ἔστι τὸ μὲν γινώσκω ἐνεστῶτος χρ

 πληθυντικά, οὐδὲ γὰρ ἐφάνησαν εἰπόντες κεκάραται καὶ τετίλαται. Τὰ δὲ ἀπὸ περισπωμένων ἐὰν φύσει μακρᾷ παραλήγωνται συστέλλουσι τὴν παραλήγουσαν εἰς τ

 οἷον ἐτέτυπτο, καὶ λοιπὸν τοῦ ˉν προσερχο μένου πρὸ τοῦ ˉτ ἀσυνταξία γίνεται· ἀναπληροῦται δὲ καὶ αὐτὸς διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμ

 μεταβάλλονται κατὰ τὸν παθη τικὸν πρῶτον ἀόριστον εἰς ἐκεῖνα τὰ δασέα, ἐξ ὧν καὶ μεταβέβληνται, οἷον τὸ μὲν ˉμ εἰς τὸ ˉφ, ἐξ αὐτοῦ γὰρ καὶ γέγονε, τὸ

 παρατατικοῦ κανονίζεται ὁ δεύτερος ἀόριστος ὁ παθητικὸς τροπῇ τοῦ ˉο εἰς ˉη, ἐπεὶ εἴ γε ἀπὸ τοῦ παρατατικοῦ ἐκανονίζετο, ἀπὸ τοῦ ἔτυπτον καὶ ἔκραζον ἐ

 δευτέρου μέσου ἀορίστου τὸ ˉε καὶ ˉο ἐστίν, οἷον ἐτύπετο ἐτύπεο, ἐλάβετο ἐλάβεο, ἐνύγετο ἐνύγεο, τούτου χάριν διὰ τῆς ˉοˉυ διφθόγγου λέγομεν ἐτύπου ἐν

 περισπῶντες καὶ λέγοντες τυψῶ γραψῶ ποιησῶ κλαυσῶ <πλευσῶ> φευξῶ καὶ τοὺς μέσους αὐτῶν διὰ τῆς ˉοˉυ διφθόγγου προφέρονται, οἷον ποιησοῦμαι τυψοῦμαι γρ

 παθητικῷ παρακειμένῳ μεμα θήκαμεν, ὁ παθητικὸς παρακείμενος συγκοπήν τε πέπονθε καὶ ἔνδειαν συλλαβῆς· τούτου οὖν χάριν ἐπενοήθη ὁ μετ' ὀλίγον μέλλων μ

 οὔτε θέλημα ψυχῆς· τὸ γὰρ τύπτειν οὐδὲν ἐκ τούτων ἔχει· οὐκ ἄρα εἰσὶ ῥήματα τὰ ἀπαρέμφατα. Ἄλλως τε δὲ οὐδέποτε δύο ῥήματα ἄνευ συνδέσμου παραλαμβανόμ

 γινό μεναι συλλαβαὶ καὶ λέξεις ποικιλώτεραί πως γίνονται, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀπαρέμφατος ὡς ἀρχὴ καὶ ῥίζα οὖσα τῶν ἄλλων ἐγκλίσεων ἁπλουστέρα ὑπάρ

 ἄρθρα τῷ λόγῳ τοῦ σημαινομένου, ἐπειδή, ὡς ἐν τῷ περὶ ἀντωνυμιῶν, εἰ θεῷ φίλον, μαθησόμεθα, οὐ δέχονται αἱ ἀντωνυμίαι ἄρθρα, ὑπεσταλμένης τῆς αὐτός. Κ

 ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ συμπεσεῖν, τῷ δὲ τόνῳ διαφέρειν, καὶ ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀο ρίστου ὀξυνθῆναι ὁμοίως τῇ

 πρώτῳ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ προσώπῳ, οἷον τυπτόμεθον τύπτεσθον τύπτεσθον, 217 πεποίημαι πεποίησαι πεποίηται· τὸ γὰρ ˉς καὶ αὐτὸ τελικὸν ὑπάρχον

 λήγουσαν τοῦ ἐνεργητικοῦ, τὸ μὲν γὰρ πεποιῆσθαι τῷ ˉη παραλήγεται, τὸ δὲ πε ποιηκέναι εἰς τὴν ˉαˉι δίφθογγον λήγει· ἀλλ' οὐκ ἔστιν ἐνεστῶτος χρό νου ἀ

 ˉς μετ' ὀξείας τά σεώς ἐστιν, οἷον τετυφώς πεποιηκώς δεδουπώς· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως εἰς ˉνˉαˉι ἔχουσι τὸ ἀπαρέμφατον, οἷ

 Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὸ θεῖναι καὶ δοῦναι καὶ εἷναι διὰ τοῦτο προσέλαβον τὸ ˉυ κα

 προλαβοῦσιν εἰρήκαμεν τὴν ἀναγκαιοτέραν αἰτίαν, δι' ἣν ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερ συντέλικος ὁμοίως ὁμο

 ὁριστικόν, ἔχον ἐν τῷ τρίτῳ προσώπῳ τὸ ˉτ κλιτικόν, τρέπον τὴν τελευ ταίαν συλλαβὴν εἰς ˉθˉαˉι καὶ τὴν κατ' ἀρχὰς κλιτικὴν ἔκτασιν ἀποβάλλον, δηλονότι

 Καθόλου, ὅτι Αἰολίδος ἐστὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσίν, τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσικ

 κερεῖσθαι εἰς τὴν ˉεˉι δίφθογ γον ἔχουσι τὸν τόνον· πάλιν τὸ τυπεῖν εἰς τὴν συλλαβὴν τὴν ἔχουσαν τὸ ˉπ ἔχει τὸν τόνον, ἀλλὰ καὶ τὸ τυπεῖσθαι καὶ τὸ τυ

 Ἐνταῦθα περὶ τῶν ἀπαρεμφάτων τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου διαλαμβάνει, φημὶ δὴ τοῦ τυφθῆναι καὶ τυπῆναι, καὶ λέγε

 ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι. <Ι 61> ἐξείπω καὶ πάντα διίξομαι, καὶ ἐν πληθυντικοῖς ὁμοίως, <Ζ 70> ἀλλ' ἄνδρας κτείνωμεν, ἔπειτα δέ, καὶ

 γινώσκειν, ὅτι τὸ προστακτικὸν τοῦ ἐν εστῶτος καὶ παρατατικοῦ κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον ἑνικὸν τοῦ ἐνεργητικοῦ παρατατικοῦ το

 ∆υϊκά. Τύπτετον, τυπτέτων. Ἰστέον ὅτι τὸ πρῶτον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, οὐκ ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ τὸ ˉ

 μὲν γὰρ τρίτον ἐνεργητικὸν δυϊκὸν λεγέτων καὶ ποιείτων ἐστίν, τὸ δὲ τρίτον Ἀττικὸν πληθυντικὸν λεγόντων καὶ ποιούντων ἐστὶν ἀντὶ τοῦ λεγέτω σαν καὶ πο

 παρακειμένου καὶ ὑπερ συντελίκου. Τετυπέτω. ∆υϊκά· τετύπετον, τετυπέτων. Πλη θυντικά· τετύπετε, τετυπέτωσαν· εἴρηται. Ἀορίστου πρώτου καὶ μέλλοντος.Τύ

 διαθέσεως σπανίζουσιν· εἰς ˉε γὰρ οὐκ ἠδύ ναντο γενέσθαι, ἐπειδὴ οὐκ ἐστὶ τὸ ˉε γνήσιον τοῦ τρίτου προσώπου τοῦ ἑνικοῦ τοῦ παρακειμένου· ὤφειλε γὰρ εἶ

 ἀντὶ τοῦ εὐδίαν, καὶ <Ρ 647> ἐν δὲ φάει καὶ ὄλεσσον· ὁ δὲ ποιητὴς πρὸ πολλῶν ἐτῶν τῶν Συρρα κουσίων ἦν· πῶς οὖν τῷ ἰδιώματι τῶν Συρρακουσίων ὁ ποιητὴς

 ἀορίστου ὤφειλε γενέσθαι τὸ δεύτερον προστακτικὸν κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἔτυψε τύψε, ἔγραψε γράψε, ὥσπερ ἔτυπτε τύπτε καὶ ἔ

 τὸ παρὰ τῇ θεία γραφῇ προστακτικὸν ὀξυτόνως λεγόμενον, οἷον εἰπόν <ex. gr. Marc. 13, 4>ἀντὶ τοῦ εἰπέ, δευτέρου ἀορίστου ἐστὶ κατὰ τὴν τῶν Συρρακουσίων

 πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ μέσου δευτέρου ἀορίστου καὶ μέλ λοντός εἰσιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὰ τρίτα πρόσωπα τῶν προστακτι κῶν τοῦ παθητ

 κλιτικὴν ἔκτα σιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ παθητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίησο πε

 διὰ τὴν ἐπαλλη λίαν τῶν δασέων τύφθητι κατὰ μετάθεσιν τοῦ ˉθ εἰς ˉτ. ∆εῖ δὲ γινώ σκειν, ὅτι τότε τρέπεται τὸ ˉθ εἰς ˉτ ἐν τοῖς εἰς ˉθˉι προστακτικοῖς,

 Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ μέσου ἀορίστου πρώτου καὶ μέλλοντος διαλαμβάνει, καὶ κανονίζει αὐτὸ τοῦτον τὸν τρόπον· ὁ πρῶτος ἀόριστος ἐνεργητικὸς

 Ἐπειδὴ δὲ τὰ προστακτικὰ καὶ ὑποτακτικὰ σχεδὸν φωνὰς ἔχουσιν ὁρι στικάς, οἷον ἔτυπτε τύπτε, ἐποίει ποίει, ἐβόα βόα, τύπτω ἐὰν τύπτω, ποιῶ ἐὰν ποιῶ, <β

 δευτέρου ἀορίστου καὶ μέλλοντος, καὶ κανονίζει αὐτὸν τοῦτον τὸν τρόπον· ὁ μέσος δεύτερος ἀόριστος, τοῦ δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλιτι κὴν ἔκτασ

 γενέσθαι· τὸν αὐτὸν τρό πον καὶ τὸ ἐὰν τύπτω ὑποτακτικὸν μέλλοντος ἔχει σημασίαν, διστάζο μεν γάρ, εἰ δεῖ ποιῆσαι τὸ πρᾶγμα ἢ μὴ δεῖ. ∆εῖ προσθεῖναι χ

 δηλοῦμεν δι' αὐτοῦ τὸ ἐπιμένοις ζῶν, καὶ ἔχοι τὸ πρᾶγμα παράτασιν. ∆έδεικται οὖν ἡμῖν, ὅτι ἐν ταῖς ἐγκλίσεσι ταύταις μέλλοντος μόνου σημασίαν ἔστιν εὑ

 ἐνύγην, τούτου χάριν ἐγένετο τὸ δεύτερον πρόσ ωπον προσθέσει τοῦ ˉς περιπατοίης, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν περιπατοίην τὸ πρῶτον· ὁ δὲ Ἡρωδιανὸς ἀλλοίως

 πρὸ τοῦ ˉτ σύμφωνον. ∆εῖ δὲ προσθεῖναι τῷ κανόνι χωρὶς εἰ μὴ εἰς ˉς ἐστὶν ὀξύτονος ἡ μετοχὴ καὶ διὰ τοῦ ˉνˉτ κλινομένη· τότε γὰρ οὐ γίνεται εἰς ˉμˉι τ

 δαρείητε, νυγείημεν νυγείητε. Τύπτοιεν. Ἰστέον ὅτι τὰ εἰς ˉμˉεˉν εὐκτικά, εἰ μὲν διφθόγγῳ παρα λήγονται, ἀποβολῇ τοῦ ˉμ τὸ τρίτον πρόσωπον τῶν πληθυντ

 πράγματος ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ 266 γράψαι, καὶ ὁ λέγων ποιήσειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ

 Ἰστέον δὲ ὅτι ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ ˉμ ἕτερον σύμφωνον, τότε τὸ εὐκτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον

 τῶν πληθυντικῶν. Πληθυντικά. Τυπτοίμεθα. Εἴρηται ἐν τοῖς ὁριστικοῖς, ὅτι πᾶν πρῶτον πρόσωπον ἑνικὸν ἔχον τὸ ˉμ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς ἐσχάτης

 ἄτοπον· ὡς γὰρ εἴρηται, τὰ εἰς ˉμˉηˉν εὐκτικὰ θέλουσι πρὸ τοῦ ˉμ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ˉι, οἷον τυπτοίμην τυψαίμην τυφθησοίμην· τούτου οὖν χάρι

 δευτέρου.Τυπησοίμην· ἀπὸ τοῦ τυπήσομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τυπήσοιο, τυπήσοιτο. ∆υϊκά· τυπησοίμεθ

 ὑποτακτικὰ μὲν καλοῦνται, καθὸ ὑποτάττονται τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν· ἐπι ζευκτικὰ δέ, ὅτι ἐπιζεύγνυνται τούτ

 δὲ τῶν ὑποτακτικῶν κοινοτέρα καὶ συνήθης· εἰκότως οὖν ἐκ τῆς κοινοτέρας καὶ συνηθεστέρας ἔλαβον τὴν ὀνομασίαν. Ἀποροῦσι δέ τινες λέγοντες, διατί μὴ κα

 ἄλλην ἔγκλισιν εἶναι, ἐπειδὴ οὐκ ἔχουσιν ἰδίας φωνάς· αἱ γὰρ φωναὶ αὐτῶν ὑποτακτικαί εἰσιν, ὡς ἐδήλωσαν τὰ προλεχθέντα παραδείγματα· περὶ τούτων δὲ πλ

 ὃ μετ' ὀλίγον εἰσόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καὶ τὰ εἰς ˉμˉι ὁμοίως τοῖς εἰς ˉω γίνονται ἀπὸ τῶν ἰδίων παρῳχημένων, τροπῇ τῆς τελευταία

 εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, εἰδώς γὰρ εἰδότος ἡ μετοχὴ εἰς ˉς μὲν καὶ ὀξύτονος, ἀλλ' οὐ διὰ τοῦ ˉνˉτ κλι νομένη, καὶ δηλονό

 τύπτω ἐὰν τύπτῃς, ἐὰν λέγω ἐὰν λέγῃς, ἐὰν τετύφω ἐὰν τετύφῃς, ἐὰν τετύπω ἐὰν τετύπῃς, ἐὰν τύψω ἐὰν τύψῃς, ἐὰν λάβω ἐὰν λάβῃς, ἐὰν τυφθῶ ἐὰν τυφθῇς, ἐὰ

 ἔχουσα τὸ ˉι ἐκφωνούμενον, ἐν δὲ τοῖς ὑποτακτικοῖς παράλογός ἐστιν, ὡς ἔχουσα τὸ ˉι ἐκφωνούμενον. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἀνωτέρω ἐν τῷ κα

 πρόσωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον ἐὰν τύπτωμεν ἐὰν τύπτητε, ἐὰν τετύφω μεν ἐὰν τετύφητε, ἐὰν τύψωμεν ἐὰν τύψητε, ἐὰν τυφθῶμεν ἐὰν τυφθῆτε, ἐὰν τ

 τοῦ μέλλοντος· καὶ τοῦτο δείκνυμεν διὰ τριῶν αἰτιῶν. Καὶ πρώτη μὲν αἰτία ἐστὶν ἡ ἀπὸ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων· δεῖ γὰρ γινώσκειν, ὅτι τοῦ κε

 δύνημι ἐν χρήσει ἢ τὸ κρέμημι ἢ τὸ ἐπίστημι. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι πρόσκειται ἐν τῷ κανόνι ἔχων τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην· τούτου

 λέγειν ἐν τοῖς παθητικοῖς ὑποτακτικοῖς, οἷον ἐὰν χρυσῶται, ἐὰν στεφανῶται. Καὶ ἰστέον ὅτι ἀναλογώτερά εἰσι διὰ τοῦ ˉω λεγόμενα παρὰ τοῖς Ἀττικοῖς· καὶ

 ἐμάθομεν, ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσ

 ἐνεργητικοῦ, προσθήκῃ τῆς μαι, καὶ τοῦ ˉω δηλονότι φυλαττομένου, οἷον ἐὰν τύψω ἐὰν τύψωμαι, ἐὰν γράψω ἐὰν γράψωμαι, ἐὰν ποιήσω ἐὰν ποιήσωμαι. Ἐὰν τύψῃ

 ὀνόματος καὶ τοῦ ῥήματος τικτομένη ἕτερόν τί ποτέ ἐστι παρὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα, καὶ δηλονότι ἰδίᾳ μέρος λόγου ἐστίν. Ταῦτα μὲν ἐν τούτοις.

 ἐξέπεσον, ἐκπεσοῦσαι δὲ ἐκ τῶν ῥημάτων καὶ ἐκ τῶν προσώπων ἐξέπεσον, προσώπου δὲ μὴ ὄντος οὔτε ἔγκλισις δύναται εἶναι· ἔγκλισις γάρ ἐστι τὸ θέλημα τῆς

 καὶ ὠξύνθη ἡ ἑκών μετοχή, τούτου χάριν ἐν τῇ συνθέσει, φημὶ δὴ ἐν τῇ ἀέκων, ἐβαρύνθη, ἵνα τὴν παράλογον τάσιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. Τρ

 διακεχωρισμένοι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι δύο τελικὰ σύμφωνά εἰσι τῶν μετοχῶν, τὸ ˉν καὶ τὸ ˉς, οἷον τύπτων τύψας· καὶ τοῦτο εὐλόγως, ἐπειδ

 ἔχουσι ταῦτα ἐντέ λειαν, ἵνα εἴπωμεν, ὅτι κατὰ κρᾶσιν ἐγένοντο. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉωˉν περισπώμεναι μετοχαὶ μέλλοντος μὲν οὖσαι τῇ ˉοˉυ διφθόγγῳ πα

 τοῦ διχρόνου εἰς ἑαυτὸ μεγεθυνθέντος, τουτέστι φύσει μακροῦ γενομένου Αἱ μέντοι ἀπὸ περισπωμένων μετοχαί, ἐπειδὴ καὶ ἐν τῇ γενικῇ τοῦ ἀρσενικοῦ φύσει

 αὐτοῦ γίνεται ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Τὸ δὲ τετυφώς εἰς ˉς λήγει καὶ ὀξύνεται, φημὶ δὴ ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελί

 βεβηώς τεθνηώς· καὶ πάλιν κατὰ τοὺς αὐτοὺς Ἴωνας συστολὴ παρα κολουθεῖ τοῦ ˉη εἰς ˉα καὶ γίνεται ἑσταώς ἑσταότος, οἷον <Θ 565> ἑστα ότες παρ' ὄχεσφι,

 ὅταν εὑρεθῶσιν ἔχοντα δύο σύμφωνα, πάντως ἀποβάλλουσι τὸ ἓν διὰ τὴν ἀσυνταξίαν, οἷον ποιοῦντος ποι οῦσα· τὸ γὰρ βεβῶτος βεβῶσα καὶ ἑστῶτος ἑστῶσα καὶ

 οὐδέτερον, οἷον καλός καλόν, ἢ συστέλλουσι τὴν λήγουσαν καὶ τρέ πουσι τὸ ˉς εἰς τὸ ˉν καὶ ποιοῦσι τὸ οὐδέτερον, οἷον χαρίεις χαρίεν, ἢ συστέλλουσι μόν

 Ἰστέον ὅτι ἀπὸ τοῦ τύψω μέλλοντος γέγονε προσθέσει τοῦ ˉν ἡ τύψων μετοχή. Τύψουσα, τύψον· εἴρηται. Μέλλοντος δευτέρου.Τυπῶν. Ἰστέον ὅτι ἀπὸ τοῦ τυπῶ δ

 πρόσ κειται ἐπὶ ὀνομάτων διὰ τὴν στάντος καὶ θέντος μετοχήν, αὗται γὰρ βαρύνονται. Τούτου οὖν χάριν αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαὶ τοῦ παρακειμένου παροξύν

 διάκρισιν ποιήσασθαι τῆς αἰτιατικῆς τοῦ ἀρσενικοῦ καὶ τῆς εὐθείας τοῦ οὐδετέρουαἱ γὰρ ἀντωνυμίαι οὐ δέχονται ἄρθρα, ὑπεσταλμένης τῆς αὐτόςτούτου χάριν

 φθογγῆντος καὶ τιμῆς τιμῆντος οὐκ ἀντίκεινται ἡμῖν κλινόμενα διὰ τοῦ ˉνˉτ, ἐπειδὴ πεπονθότα εἰσίν, ἀπὸ γὰρ τοῦ φθογγήεις φθογγήεντος καὶ τιμήεις τιμήε

 καὶ τῶν συνδέσμων, οἷον Ἀχίλλευς σόφος, τὸ δὲ <εἰμί καὶ τὸ> ἠμί καὶ τὸ φημί ὀξύνονται· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά· πρόσκειται χωρὶς τῶν προθέσεων

 ὅπερ οὐδὲ εὑρίσκεται ἐν 323 χρήσει, ἀλλ' ὑπόμνησιν αὐτοῦ ἔχομεν τὸ ἐσσί· ἐπειδὴ οὖν ἡ μὲν ἕκτη συζυγία τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ˉω ἐκφέρεται, αἱ

 ˉε ἔχει, οἷον τιθέω τιθῶ, τὸ δὲ ˉε μεγεθυνόμενον ἐν τοῖς ῥήμασι διχῶς μεγεθύνεται· ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται, οἷον ἔχω εἶχον, ἢ διὰ τ

 τὰ δὲ δυϊκὰ καὶ τὰ πλη θυντικὰ <ὡς> ἀπὸ τοῦ ἴω διὰ τοῦ ˉι. ∆εῖ δὲ γινώσκειν, ὅτι τὸ ἶσι τρίτον πληθυντικὸν διὰ τοῦτο ἐκτεταμένον ἔχει τὸ ˉι, τῶν δυϊκῶ

 λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν, οἷον εἰμί τίς πώς τέ ὑμῶν [εἰμί] ἡμῖν ἐστίν· εἰ οὖν ἀνεδιπλασιάσθη τὸ φημί, ἤμελλε τρ

 τὸν χαρακτῆρα τοῦ νόσφι αὖθι ἶφι ἄρτι ἄγχι ᾗχι· πρόσκειται ἐὰν φυλάξωσι τὸ αὐτὸ σημαινόμενον, φυλάττουσι καὶ τὸν αὐτὸν τόνον, διὰ τὸ ἄντικρυς ἀντι κρύ

 τρίτον τῶν ἑνικῶν ὤφειλε γενέσθαι εἰσίν· ἵνα δὲ μὴ συνεμπέσῃ τῷ τρίτῳ τῶν πληθυντικῶν, λέγω δὴ τῷ εἰσὶν ἐκεῖνοι, καὶ κατὰ τὴν γραφὴν καὶ κατὰ τὸν τόνο

 οὐκ οἶδεν ὁ Ἀπολλώνιος σὺν τῷ ˉι γεγραμμένον, ἡ μέντοι παράδοσις καὶ ὁ Ἡρωδιανὸς σὺν τῷ ˉι οἶδεν αὐτὸ γεγραμμένον, ὡς ἐν τῇ Ὀρθογραφίᾳ, εἰ θεῷ φίλον,

 διδοῦσι καὶ διδοῦσιν ἐκεῖνοι, καὶ τοῖς ζευγνῦσι καὶ ζευγνῦσιν ἐκεῖνοι. Σεσημείωται τὸ φασί καὶ εἰσίν, ὅτι τῆς μετοχῆς βαρυνομένης τὸ ῥῆμα ὠξυτονήθη· ἔ

 ζευγνῦσι ζευγνύασι, καὶ πιστοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν· ἰδοὺ 336 γάρ, φησίν, ἐν τῷ ∆ημοσθένεας ∆ημοσθένεις τὸ ˉε καὶ ˉα εἰς τὴν ˉεˉι δί

 [ζευγνύαμεν] ζευγνύασι· ταῦτα γὰρ εἰ καὶ μὴ <ἐν> τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν, ἀλλ' οὖν τὸν αὐτὸν τόνον ἔχουσιν, πάντα γὰρ προπαροξύνονται. Αἴτι

 συνέβαινεν· ἤμελλον γὰρ τὰ πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος ἰσοσυλ λαβεῖν <τοῖς πρώτοις καὶ δευτέροις προσώποις τῶν πληθυντικῶν

 φωνήεντος ἄρχωνται, μιᾷ συλλαβῇ ἐνδέοντα ἔχουσι τὸν παρατατικόν, οἷον ἵστημι ἵστην, ἵημι ἵην, ὄμνυμι ὤμνυν, ὄλλυμι ὤλλυν. Ἐτίθης. Εἴρηται ὅτι πᾶν πρῶτ

 τοῦ ˉρ ἀναδιπλασιά ζων τὴν ἄρχουσαν, ὥσπερ ποιήσω πεποίηκα. Ἰστέον <δὲ> ὅτι οὐ δυνά μεθα ἐπὶ τῶν εἰς ˉμˉι καὶ ἐκ τοῦ παρατατικοῦ κανονίσαι τὴν ἄρχουσα

 ποιητῇ <δ 433> ἤϊα πολλὰ θεοὺς γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, ἐξ οὗ ὁ ὑπερσυντέλικος ᾔειν διὰ τοῦ ˉη καὶ ˉι κατὰ τὴν ἄρχουσαν, καὶ ἐν συνθέσει παρῄ

 ἔτυχε καὶ οὐ κατὰ ἀναλογίαν ἐγένοντο· τὸ γὰρ ἔγνων ἑνικὸν εὕρηται, διὸ καὶ ἀνα λόγως ἐγένετο ἔγνωμεν, τὸ δὲ ἔθην καὶ ἔδων καὶ ἧν ἑνικὰ οὐχ εὕρηνται ἐν

 βλαστήσω βλαστῶ· ἰδοὺ ἐπὶ τούτων ἐπειδὴ ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου ἀορίστου, τούτου χάριν ὁ δεύτερος μέλλων ἐνδεῖ τοῦ δευτέρου ἀορί στου. Το

 οὖν οὕτω γέγονεν ἀπὸ τοῦ ἵσταμαι· ἢ ἀπὸ τοῦ ἰσῶ ἴσημι, ὃ σημαίνει τὸ γινώσκω, γέγονεν ἴσαμαι, καὶ ἐν πλεονασμῷ τοῦ ˉτ ἴσταμαι, καὶ ἐκεῖθεν ἐπίσταμαι,

 δίδοσθε καὶ ζεύγνυται ζεύγνυσθε· εἰ δὲ συμφώνῳ παραλήγεται, τηρεῖ αὐτό, πλὴν εἰ μή πω ψιλὸν ὂν δι' ἀσυν ταξίαν εἰς δασὺ τραπῇ. Τίθενται. Εἴρηται ὅτι π

 δὲ προ δότις οὐκ ἤμην, τέκνον· πρόσκειται τὸ ἐπὶ τοῦ ὑπῆρχον, ἐπειδή ἐστιν ἥμην καὶ ἐπὶ τοῦ ἐκαθεζόμην, ἀπὸ τοῦ ἧμαι τοῦ σημαίνοντος τὸ κάθημαι γεγονό

 πρῶτος ἀόριστος ἐτέθην τροπῇ τῆς ˉμˉαˉι εἰς ˉθˉηˉν καὶ ἀποβολῇ τοῦ κατ' ἀρχὴν συμφώνου· πῶς δὲ κανονίζεται ὁ παθητικὸς πρῶτος ἀόριστος, ἐν τοῖς εἰς ˉω

 ἐστάμην, ἔφην ἐφάμην· ὁ δὲ τεχνικὸς ἀπὸ τοῦ παθητικοῦ πρώτου ἀορίστου κανονίζει τὸν παρόντα δεύτερον ἀόριστον τροπῇ τοῦ ˉθ εἰς ˉμ, λέγων ὅτι ὁ εἰς ˉθˉ

 θήσεσθε, θήσονται. Μετ' ὀλίγον μέλλοντος.<Τεθείσομαι>. Ἰστέον ὅτι ὁ μετ' ὀλίγον μέλλων ἐκ τοῦ δευ τέρου προσώπου τοῦ παρακειμένου γίνεται, πρὸ τῆς ˉαˉ

 διφθόγγου ἔχει τὴν παραλήγουσαν, ὀφεῖλον διὰ τοῦ ˉι εἶναι πρὸς τὸ ἴμεν πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ· εἰρήκαμεν γάρ, ὅτι τὰ μὲν

 σημαίνει τὸ ἔπεμψα) οὐ κλίνονται μετὰ τὰ ὁριστικά· οὔτε γὰρ εἰς τὰς λοιπὰς ἐγκλίσεις κλίνονται μετὰ τὴν ὁριστικήν, οὔτε εἰς τὰς μετοχάς. Μέλλοντος πρώ

 τακτικὸν ἴσαθι καὶ κατὰ συγκοπὴν τοῦ ˉα ἴσθι, καὶ λοιπὸν τροπῇ τοῦ ˉθˉι εἰς ˉτˉω τὸ τρίτον ἴστω. Τιθέτω. Εἴρηται ὅτι τὰ εἰς ˉθˉι προστακτικὰ τροπῇ τοῦ

 πέφυκε μεγεθύνεσθαι, οἷον τύπτοντος τύπτουσα, διατί ἐπὶ τοῦ δόντος δοίην καὶ γνόντος γνοίην τὸ ˉι προσῆλθε καὶ οὐ τὸ ˉυ. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦ

 ∆εῖ δὲ γινώσκειν, ὅτι τὰ ὑποτακτικὰ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς ˉμˉι ὁμοφωνοῦσι τοῖς ἰδίοις πρωτοτύποις, οἷον τιθῶ ἐὰν τιθῶ. Ἰστέον δὲ ὅτι ἡ

 ἀπὸ τοῦ τεθείς τεθέντος γέγονεν ἐὰν τεθῶ· ἐὰν τεθῇς, <ἐὰν τεθῇ>· ἐὰν τεθῆτοντεθῆτον· ἐὰν τεθῶμεντεθῆτετεθῶσιν· εἴρηται. Μέσου ἀορίστου <δευτέρου> καὶ

 μετοχῶν, ἐπειδὴ πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ˉνˉτ κλίνεται, χωρὶς τῶν εἰς ˉωˉς μετοχῶν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου· αὗται γὰρ

Prolegomena et scholia in Theodosii Alexandrini canones

Σχόλια σὺν θεῷ εἰς τοὺς ῥηματικοὺς κανόνας ἀπὸ φωνῆς Γεωργίου τοῦ Χοιροβοσκοῦ.

Ἐπειδὴ ἐν συντόμῳ παραδίδωσιν ἡμῖν ὁ Θεοδόσιος τοὺς προκειμένους κανόνας, φημὶ δὴ τὴν τῶν ῥημάτων διδασκαλίαν, μάθωμεν καὶ ἡμεῖς ἐν συντόμῳ τὰ προλεγόμενα τοῦ παρόντος συγγράμματος. Σκοπὸν ἔχει ὁ τεχνικὸς περὶ κλίσεως ῥημάτων διαλαβεῖν· τὸ δὲ εἰδέναι τὴν κλίσιν τῶν ῥημάτων χρήσιμον εἰς τὸ μήτε βαρβαρίζειν μήτε σολοι κίζειν, οἷον ἵνα μὴ ἀντὶ τοῦ εἰπεῖν τέτυφας εἴπωμεν τέτυφες, καὶ ἀντὶ τοῦ εἰπεῖν ἐτύψαμεν ἐτύψατε εἴπωμεν ἐτύψομεν ἐτύψετε, καὶ ἵνα μὴ ἀντὶ τοῦ εἰπεῖν ἤλθομεν ἤλθετε καὶ ἐλάβομεν ἐλάβετε καὶ ἐφάγομεν ἐφάγετε καὶ ἐδράμομεν ἐδράμετε εἴπωμεν διὰ τοῦ ˉα, ὥς τινες λέγουσιν ἐν τῇ συνηθείᾳ, ἐφάγαμεν ἐφάγατε καὶ ἤλθαμεν ἤλθατε καὶ ἐδράμαμεν ἐδράματε καὶ ἐλάβαμεν ἐλάβατε. Ἰστέον δὲ ὅτι, ὡς καὶ ἐν τοῖς προ λαβοῦσιν ἐμάθομεν, ἄλλο βαρβαρίζειν καὶ ἄλλο σολοικίζειν· βαρβαρίζειν γάρ ἐστι τὸ ἁμαρτάνειν περὶ μίαν λέξιν, εἴτε περὶ τόνον, ὡς ἐάν τις ἀντὶ τοῦ εἰπεῖν ἄνθρωπος προπαροξυτόνως εἴπῃ ἀνθρωπός ὀξυτόνως, εἴτε περὶ κλίσιν, ὡς ἐάν τις ἀντὶ τοῦ εἰπεῖν ∆ημοσθένης ∆ημοσθένους εἴπῃ ∆ημοσθένης ∆ημοσθένου, εἴτε περὶ γραφήν, ὡς ἐάν τις τὸ γράφω ἢ λέγω γράψῃ διὰ τοῦ ˉο, εἴτε περὶ πνεῦμα, ὡς ἐάν τις τὴν ὑπό πρό θεσιν ψιλώσῃ ὀφείλουσαν δασυνθῆναι, εἴτε περὶ χρόνον, ὡς ὅταν τις τοῦ Θόας τὸ ˉαˉς συστείλῃ· σολοικίζειν δὲ τὸ ἁμαρτάνειν περὶ τὴν σύνταξιν καὶ τὴν φράσιν, τουτέστιν ὡς ὅταν ἑκάστη λέξις καθ' ἑαυτὴν κειμένη 2 καλῶς ἔχῃ, ἐν δὲ τῇ συντάξει καὶ τῇ φράσει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβάνηται, οἷον ἐγὼ περιπατῶν ὁ τοῖχος ἔπεσεν ἀντὶ τοῦ ἐμοῦ περιπατοῦντος ὁ τοῖχος ἔπεσεν· ἰδοὺ γὰρ ἐνταῦθα ἑκάστη λέξις καθ' ἑαυτὴν οὖσα καλῶς ἔχει, καὶ γὰρ τὸ ἐγώ καὶ τὸ περιπατῶν καὶ τὸ ὁ τοῖχος καὶ τὸ ἔπεσεν καλῶς ἔχει, ἀλλ' ἐν τῇ συντάξει καὶ τῇ φράσει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβάνονται· ὅθεν καὶ σολοι κισμὸς λέγεται, οἱονεὶ σώου λόγου αἰκισμός, τουτέστιν ὕβρις τοῦ ὁλο κλήρου λόγου. Καὶ κατ' ἄλλον δὲ λόγον χρήσιμον <τὸ εἰδέναι> τὴν κλίσιν τῶν ῥημάτων, ἐπειδὴ οὐδέποτε τέλειος λόγος εὑρίσκεται χωρὶς ἑνὸς τῶν τριῶν τούτων ῥημάτων, τουτέστιν ὁριστικοῦ προστακτικοῦ εὐκτικοῦ, ἢ λεγομένου ἢ νοουμένου· λεγομένου μὲν ὁριστικοῦ, ὡς ἐπὶ τοῦ<ex. gr. Α 84> τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς, ἔχει γὰρ τὸ προσέφη ὁριστικόν· προστακτικοῦ δέ, ὡς ἐπὶ τοῦ <α 1> ἄνδρα μοι ἔννεπε, ἔχει γὰρ τὸ ἔννεπε προστακτικόν, καὶ πάλιν <Α 1> μῆνιν ἄειδε, θεά, ἔχει γὰρ τὸ ἄειδε προστακτικόν· εὐκτι κοῦ δέ, ὡς ἐπὶ τοῦ <Α 420> τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα, ἔχει γὰρ τὸ τίσειαν εὐκτικόν, καὶ πάλιν <Γ 407> μηκέτι σοῖσι πόδεσσιν ὑποστρέ ψειας Ὄλυμπον, ἔχει γὰρ τὸ ὑποστρέψειας εὐκτικόν· νοουμένου δὲ ὁριστικοῦ, ὡς ἐπὶ τοῦ <Μ 243> εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης, νοεῖται γὰρ τὸ ἔστιν, καὶ πάλιν <Β 4> οὐκ ἀγαθὸν πολυ κοιρανίη, νοεῖται γὰρ τὸ ἔστιν, οἷον οὐκ ἀγαθόν ἐστιν ἡ πολυκοιρανίη. Τούτων οὕτως ἐχόντων ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, ὅτι ὀκτώ εἰσι τὰ μέρη τοῦ λόγου, ὄνομα ῥῆμα μετοχὴ ἄρθρον ἀντωνυμία πρόθεσις ἐπίρρημα σύνδεσμος, καὶ ὅτι προτέτακται τὸ ὄνομα τοῦ ῥήματος, καθὸ τὸ μὲν ὄνομα οὐσίας ἐστὶ σημαντικόν, τὸ δὲ ῥῆμα συμβεβηκότος, αἱ δὲ οὐσίαι προτερεύουσι τῶν συμβεβηκότων· καὶ γὰρ ὁ Σωκράτης προτερεύει τοῦ γράφειν αὐτὸν καὶ τοῦ τύπτειν· εἰκό τως οὖν καὶ τὸ ὄνομα ὡς σημαντικὸν ὂν τῆς οὐσίας προτερεύει τοῦ ῥήματος σημαντικοῦ ὄντος τοῦ συμβεβηκότος.