De accentibus (excerpta e Choerobosco, Aetherio, Philopono et aliis)

 ἀρσενικῶν ληγόντων εἰς ους, περισπῶνται· 20ἡ ἁπλῆ, τὸ ἁπλοῦν,20 ὅτι καὶ 20ἁπλοῦς,20 καὶ τὰ ὅμοια.

 βραχεῖά ἐστιν ἡ λήγουσα, προπερι σπῶνται· 20ῥίν ῥινός, ῥῖνα ῥῖνε ῥῖνες ῥῖνας·20 οὕτω καὶ ἐπὶ τῶν ὁμοίων. ∆ιὰ τοῦτο οὐδὲ τὸ 20εὔριν20 προ περισπᾶται, ἐ

 20ἀστείος ἀ στείου ἀστεία20 παροξύ νονται, διότι ἡ γενικὴ τοῦ ἀρσενικοῦ εἰς ου λήγει. Σημείωσαι, ὅτι ἡ 20γενναῖα20 καὶ 20ἡ σπουδαῖα20 καὶ 20τὰ γενναῖα

 προπε-ρισπῶνται· 20κρῖνον, γρῖφον, ἶσον.20 6.47 Τὰ εἰς ος τῷ ι παραληγόμενα παροξύνονται· 20ξίφος, στίφος,20 πλὴν τοῦ 20δῖνος, σῖνος, πνῖγος, νῖκος, κ

 δίχρονον· καὶ γὰρ τούτων ὁ μέλλων 20ὀτρυνῶ20 καὶ 20ἀλγυνῶ.20 Καὶ ὁ ἀόριστος ἄρα κατὰ τὸν κανόνα μακρὰν ἔχων τὴν παραλήγουσαν τὸ οἰκεῖον ἀπαρέμφατον πρ

De accentibus (excerpta e Choerobosco, Aetherio, Philopono et aliis)

Περὶ τόνων ἐκ τῶν Χοιροβοσκοῦ, Αἰθερίου, Φιλοπόνου καὶ ἑτέρων.

1.1 Πᾶν ὄνομα μονοσύλλαβον οὐδέτερον περισπᾶται, οἷον 20πᾶν, πῦρ, κῆρ,

ἦρ, ὦς, φῶς, σταῖς, κρῖ, σκῶρ,20 καὶ αἱ κλητικαὶ τούτων· τῇ γὰρ εὐθείᾳ τῇ περισπωμένῃ ἕπονται καὶ αἱ κλητικαί. Περισπῶνται καὶ τὰ μονοσύλλαβα τῶν στοι χείων ὀνόματα 20μῦ, νῦ, ξῖ, πῖ, ῥῶ,20 καὶ τὰ λοιπά. Ἐν δὲ τοῖς ἀρσενικοῖς περισπᾶται τὸ 20Θρᾷξ20 καὶ τὸ 20βῶξ,20 ἐκ τοῦ 20Θράϊξ20 γὰρ καὶ τοῦ 20βόαξ·20 ὅμως ἡ συνήθεια ὀξύνει τὸ 20Θρᾴξ.20 Ἀπὸ τῶν εἰς σ ληγόντων περισπᾶται τὸ 20λᾶς, πᾶς, φθοῖς, εἷς·20 τὸ μέντοι δισύλλαβον 20οὐδείς20 καὶ 20μηδείς20 ὀξύνεται. 1.2 Περισπῶνται καὶ πάντα τὰ εἰς υς διὰ τοῦ υ ψιλοῦ μο νοσύλλαβα· 20μῦς, σῦς, ὗς·20 αἱ δὲ πλάγιαι τούτων βραχὺ ἔχουσι τὸ υ καὶ παροξύνονται· 20σύες, μύες,20 καὶ τὰ λοιπά· θηλυκὰ δὲ περισπῶνται ταῦτα· 20μνᾶ, γῆ, γραῦς, Κῶς ἡ20 νῆσος, 20βῶς20 τὸ σκουτάριον· 20δώς20 δὲ ἡ δωρεὰ καὶ 20κλείς20 ὀξύνονται· 20σῶς20 δὲ καὶ 20παῖς20 εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ περισπῶνται. Τὰ λοιπὰ πάντα μονοσύλλαβα ὀξύνονται· 20αἴξ, Πάν20 κύριον, 20φθείρ, Ζεύς, ῥήξ, μήν, χήν, σής, κτείς, θώψ, Τρώς, φώς20 ὁ ἀνήρ· ὀξύνονται καὶ τὰ μετοχικά· 20στάς, βάς· στάν, βάν.20 1.3 Τὰ εἰς ας κατ' ἀποβολὴν τοῦ σ κλινόμενα ἢ διὰ τοῦ ντ περισπῶνται· 20βορρᾶς βορρᾶ, Θωμᾶς Θωμᾶ, ἀλλᾶς ἀλλᾶντος,20 πλὴν τοῦ 20ἱμάς ἱμάντος20 καὶ 20ἀν δριάς ἀνδριάντος·20 ὀξύνονται καὶ αἱ μετοχαί· 20ἱστάς ἱστάντος, βιβάς βιβάντος.20 Ὅσα δὲ οὐ κατ' ἀποβολὴν τοῦ σ οὐδὲ διὰ τοῦ ντ κλίνονται, ὀξύνονται· 20ἐθάς ἐθάδος,20 καὶ τὰ θηλυκά· 20λαμπάς, τριάς.20 1.4 Τὰ εἰς αν ὑπὲρ μίαν συλλαβὴν ὀξύνονται· 20ὁ παιάν, ὁ Ἀλκμάν· ὦ παιάν· ὦ Ἀλκμάν·20 αἱ δὲ γενικαὶ τούτων προπερισπῶνται· 20τοῦ παιᾶνος, τοῦ Ἀλκμᾶνος.20 1.5 Τὰ εἰς εις διφθογγιζόμενα ἅπαντα ὀξύνονται· 20οὐδείς, μηδείς, καθείς20 καὶ αἱ μετοχαί· 20ὁ τυφθείς,20 πλὴν τοῦ 20εἷς20 μονοσυλλάβου, ὡς καὶ προείπομεν. 1.6 Τὰ εἰς ευς ἅπαντα ὀξύνονται· 20βασιλεύς, Πηλεύς·20 τούτων δὲ αἱ κλητικαὶ ἀποβάλλουσαι τὸ σ περι σπῶνται. 1.7 Τὰ εἰς ης, εἰ παρὰ τὸ 20κλέος20 συντέθεινται, περισπῶνται· 20Σοφοκλέης20 γὰρ 20Σοφοκλῆς,20 καὶ τὰ ὅμοια· περισπῶν ται καὶ ὅσα εἰς ου ἔχει τὴν γενικήν· 20Ἑρμῆς Ἑρμοῦ, Ἀπελλῆς Ἀπελλοῦ·20 τὰ δὲ παρὰ ταῦτα ὀξύνονται εἴτε ἀρσενικὰ εἴτε θηλυκά· 20ψευδής ψευδέος, ἀληθής ἀληθέος, προβλής προβλῆτος, ἀβλής ἀβλῆτος.20 1.8 Τὰ εἰς ους ἅπαντα περισπῶνται, πλὴν τοῦ 20πούς20 καὶ 20ὀδούς.20 1.9 Τὰ εἰς υς εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ ὀξύνονται· 20τρα χύς, βραδύς, ἰχθύς, χλαμύς, νηδύς.20 1.10 Τὰ εἰς ων διὰ τοῦ ντ κλινόμενα περισπῶνται· 20Ξενο φῶν Ξενοφῶντος, Χαιρεφῶν Χαιρεφῶντος,20 ὅτι καὶ ἀπὸ συναιρέσεως τὰ τοιαῦτα· εἰ δὲ ἑτέρως κλί νονται, ὀξύνονται· 20Τυφῶνος, ἡγεμόνος,20 πλὴν τοῦ 20Ποσειδῶν Ποσειδῶνος·20 συναιρεῖται γὰρ ἐκ τοῦ 20Ποσειδάων.20 Περισπῶνται δὲ καὶ οἱ δεύτεροι μέλλοντες ἐπὶ τῶν μετοχῶν· 20ὁ τυπῶν, ὁ λιβῶν.20 1.11 Τὰ εἰς ως ὀξύνονται· 20ἱδρώς, λαγώς·20 ὀξύνονται καὶ αἱ μετοχαί· ὁ 20πεποιηκώς, ὁ τετυφώς, ὁ ἑστώς·20 εἰ γὰρ καὶ συναιρεῖται τοῦτο, ἀλλ' οὐκ ἐξ ὀξείας καὶ βαρείας, ἀλλ' ἐκ βαρείας καὶ ὀξείας, διὸ πάλιν ὀξύνεται κατὰ τὸν κανόνα. 1.12 Οὐδὲν θηλυκὸν ἢ οὐδέτερον ὄνομα ὑπὲρ μίαν συλλαβὴν περισπᾶται ἀσυναίρετον ὄν, ἀλλὰ τὰ περισπασθέντα ἐκ συναιρέσεως περιεσπάσθη· 20συκία συκῆ, φακέα φακῆ·20 ὡσαύτως καὶ τὰ οὐδέτερα· 20ἀργύρεον ἀργυ ροῦν, χρύσεον χρυσοῦν·20 τὰ δὲ μὴ ἀπὸ συναι ρέσεως πάντα ὀξύνονται· 20ἡ Λητώ, ἡ λαμπάς, ἡ αἰδώς, τὸ ἑστάν, τὸ ζευγνύν·20 ὅσα δὲ θηλυκὰ ἢ οὐδέτερα ἀπὸ